Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τούτων δὲ προκατεσκευασμένων ἔδει τὸν Σειληνὸν ἐλθόντα τοὺς χρησμοὺς ἀπαιτεῖν ὡς Ἀπόλλωνος παῖδα, τοὺς δὲ συμπράττοντας τῶν ἱερέων ἐξακριβοῦν ἕκαστα καὶ διαπυνθάνεσθαι περὶ τῆς γενέσεως, τέλος δὲ πεπεισμένους δῆθεν ὡς Ἀπόλλωνος υἱῷ δεῖξαι τὰ γράμματα, τὸν δὲ ἀναγνῶναι πολλῶν παρόντων ἄλλας τε μαντείας καὶ ἧς ἕνεκα τἄλλα πέπλασται[*](τἄλλα πέπλασται the correction of Coraës; πᾶσαι Bekker; πλάσαι, with the MSS.) τὴν περὶ τῆς βασιλείας, ὡς ἄμεινον εἴη καὶ λώϊον Σπαρτιάταις ἐκ τῶν ἀρίστων πολιτῶν αἱρουμένοις τοὺς βασιλέας.

ἤδη δὲ τοῦ Σειληνοῦ μειρακίου γεγονότος καὶ πρὸς τὴν πρᾶξιν ἥκοντος, ἐξέπεσε τοῦ δράματος ὁ Λύσανδρος ἀτολμία· τῶν ὑποκριτῶν καὶ συνεργῶν ἑνός, ὡς ἐπʼ αὐτὸ τὸ ἔργον ἦλθεν, ἀποδειλιάσαντος καὶ ἀναδύντος. οὐ μὴν ἐφωράθη γε τοῦ Λυσάνδρου ζῶντος οὐθέν, ἀλλὰ μετὰ τὴν τελευτήν.

ἐτελεύτησε δὲ πρὶν ἐξ Ἀσίας ἐπανελθεῖν τὸν Ἀγησίλαον, ἐμπεσὼν εἰς τὸν Βοιωτικὸν πόλεμον, ἢ μᾶλλον ἐμβαλὼν τὴν Ἑλλάδα. λέγεται γὰρ ἀμφοτέρως· καὶ τὴν αἰτίαν οἱ μέν τινες ἐκείνου ποιοῦσιν, οἱ δὲ Θηβαίων, οἱ δὲ κοινήν, Θηβαίοις μὲν ἐγκαλοῦντες τὴν ἐν Αὐλίδι τῶν ἱερῶν διάρριψιν καὶ ὅτι τῶν περὶ Ἀνδροκλείδην καὶ Ἀμφίθεον χρήμασι βασιλικοῖς διαφθαρέντων ἐπὶ τῷ Λακεδαιμονίοις Ἑλληνικὸν περιστῆσαι πόλεμον ἐπέθεντο Φωκεῦσι καὶ τὴν χώραν αὐτῶν ἐπόρθησαν,

Λύσανδρον δέ φασιν ὀργῇ φέρειν ὅτι τῆς δεκάτης ἀντεποιήσαντο τοῦ πολέμου Θηβαῖοι μόνοι, τῶν ἄλλων συμμάχων ἡσυχαζόντων, καὶ περὶ χρημάτων ἠγανάκτησαν ἃ Λύσανδρος εἰς Σπάρτην ἀπέστειλε, μάλιστα δὲ ἐπὶ τῷ παρασχεῖν ἀρχὴν Ἀθηναίοις ἐλευθερώσεως ἀπὸ τῶν τριάκοντα τυράννων, οὓς Λύσανδρος μὲν κατέστησε, Λακεδαιμόνιοι δὲ δύναμιν καὶ φόβον αὐτοῖς προστιθέντες ἐψηφίσαντο τοὺς φεύγοντας ἐξ Ἀθηνῶν ἀγωγίμους εἶναι πανταχόθεν, ἐκσπόνδους δὲ τοὺς ἐνισταμένους τοῖς ἄγουσι.

πρὸς ταῦτα γὰρ ἀντεψηφίσαντο Θηβαῖοι ψηφίσματα πρέποντα καὶ ἀδελφὰ ταῖς Ἡρακλέους καὶ Διονύσου πράξεσιν, οἰκίαν μὲν ἀνεῷχθαι πᾶσαν καὶ πόλιν ἐν Βοιωτίᾳ τοῖς δεομένοις Ἀθηναίων, τὸν δὲ τῷ ἀγομένῳ φυγάδι μὴ βοηθήσαντα ζημίαν ὀφείλειν τάλαντον, ἂν δέ τις Ἀθήναζε διὰ τῆς Βοιωτίας ἐπὶ τοὺς τυράννους ὅπλα κομίζῃ, μήτε ὁρᾶν τινα Θηβαῖον μήτε ἀκούειν.

καὶ οὐκ ἐψηφίσαντο μὲν οὕτως Ἑλληνικὰ καὶ φιλάνθρωπα, τὰς δὲ πράξεις τοῖς γράμμασιν ὁμοίας οὐ παρέσχον, ἀλλὰ Θρασύβουλος καὶ οἱ σὺν αὐτῷ Φυλὴν καταλαβόντες ἐκ Θηβῶν ὡρμήθησαν, ὅπλα καὶ χρήματα καὶ τὸ λαθεῖν καὶ τὸ ἄρξασθαι Θηβαίων αὐτοῖς συμπαρασκευασάντων. αἰτίας μὲν οὖν ταύτας ἔλαβε κατὰ τῶν Θηβαίων ὁ Λύσανδρος.