Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

πρῶτον μὲν οὖν ἐπεχείρησε καὶ παρεσκευάσατο πείθειν διʼ ἑαυτοῦ τοὺς πολίτας, καὶ λόγον ἐξεμελέτα πρὸς τὴν ὑπόθεσιν γεγραμμένον ὑπὸ Κλέωνος τοῦ Ἁλικαρνασσέως. ἔπειτα τὴν ἀτοπίαν καὶ τὸ μέγεθος τοῦ καινοτομουμένου πράγματος ὁρῶν ἰταμωτέρας δεόμενον βοηθείας, ὥσπερ ἐν τραγῳδία μηχανὴν αἴρων ἐπὶ τοὺς πολίτας,

λόγια πυθόχρηστα καὶ χρησμοὺς συνετίθει καὶ κατεσκεύαζεν, ὡς οὐδὲν ὠφελησόμενος ὑπὸ τῆς Κλέωνος δεινότητος, εἰ μὴ φόβῳ θεοῦ τινι καὶ δεισιδαιμονίᾳ προεκπλήξας καὶ χειρωσάμενος ὑπαγάγοι πρὸς τὸν λόγον τοὺς πολίτας.

ἔφορος μὲν οὖν φησιν αὐτόν, ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα, τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας, ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν· ἀλλʼ ἡμεῖς γε βέλτιον, ὦ Σπαρτιᾶται, κρινοῦμεν, ὅταν ἥκητε πρὸς ἡμᾶς εἰς Λιβύην οἰκήσοντες, ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύῃ κατοικῆσαι.

τὴν δὲ ὅλην ἐπιβουλὴν καὶ σκευωρίαν τοῦ πλάσματος οὐ φαύλην οὖσαν οὐδὲ ἀφʼ ὧν ἔτυχεν ἀρξαμένην, ἀλλὰ πολλὰς καὶ μεγάλας ὑποθέσεις, ὥσπερ ἐν διαγράμματι μαθηματικῷ, προσλαβοῦσαν καὶ διὰ λημμάτων χαλεπῶν καὶ δυσπορίστων ἐπὶ τὸ συμπέρασμα προϊοῦσαν, ἡμεῖς ἀναγράψομεν ἀνδρὸς ἱστορικοῦ καὶ φιλοσόφου λόγῳ κατακολουθήσαντες.