Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

μόλις δὲ καὶ χαλεπῶς ἀφεθῆναι διαπραξάμενος ὑπὸ τῶν ἐφόρων ἐξέπλευσεν. οἱ δὲ βασιλεῖς ἀποδημήσαντος αὐτοῦ συμφρονήσαντες ὅτι ταῖς ἑταιρείαις τὰς πόλεις κατέχων διὰ παντὸς ἄρχει καὶ κύριός ἐστι τῆς Ἑλλάδος, ἔπρασσον ὅπως ἀποδώσουσι τοῖς δημόταις τὰ πράγματα τοὺς ἐκείνου φίλους ἐκβαλόντες.

οὐ μὴν ἀλλὰ πάλιν πρὸς ταῦτα κινήματος γενομένου, καὶ πρώτων τῶν ἀπὸ Φυλῆς Ἀθηναίων ἐπιθεμένων τοῖς τριάκοντα καὶ κρατούντων, ἐπανελθὼν διὰ ταχέων ὁ Λύσανδρος ἔπεισε τοὺς Λακεδαιμονίους ταῖς ὀλιγαρχίαις βοηθεῖν καὶ τοὺς δήμους κολάζειν. καὶ πρώτοις τοῖς τριάκοντα πέμπουσιν ἑκατὸν τάλαντα πρὸς τὸν πόλεμον καὶ στρατηγὸν αὐτὸν Λύσανδρον.

οἱ δὲ βασιλεῖς φθονοῦντες καὶ δεδιότες μὴ πάλιν ἕλῃ τὰς Ἀθήνας, ἔγνωσαν ἐξιέναι τὸν ἕτερον αὐτῶν. ἐξῆλθε δὲ ὁ Παυσανίας, λόγῳ μὲν ὑπὲρ τῶν τυράννων ἐπὶ τὸν δῆμον, ἔργῳ δὲ καταλύσων τὸν πόλεμον, ὡς μὴ πάλιν ὁ Λύσανδρος διὰ τῶν φίλων κύριος γένοιτο τῶν Ἀθηνῶν. τοῦτο μὲν οὖν διεπράξατο ῥᾳδίως· καὶ τοὺς Ἀθηναίους διαλλάξας καὶ καταπαύσας τὴν στάσιν ἀφείλετο τοῦ Λυσάνδρου τὴν φιλοτιμίαν.

ὀλίγῳ δὲ ὕστερον ἀποστάντων πάλιν τῶν Ἀθηναίων αὐτὸς μὲν αἰτίαν ἔλαβεν, ὡς ἐγκεχαλινωμένον τῇ ὀλιγαρχίᾳ τὸν δῆμον ἀνεὶς αὖθις ἐξυβρίσαι καὶ θρασύνασθαι, τῷ δὲ Λυσάνδρῳ προσεθήκατο δόξαν ἀνδρὸς οὐ πρὸς ἑτέρων χάριν οὐδὲ θεατρικῶς, ἀλλὰ πρὸς τὸ τῇ Σπάρτῃ συμφέρον αὐθεκάστως στρατηγοῦντος.