Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁ δὲ Λύσανδρος, ἐλθούσης τῆς σκυτάλης πρὸς αὐτὸν εἰς τὸν Ἑλλήσποντον, διεταράχθη, καὶ μάλιστα τὰς τοῦ Φαρναβάζου δεδιὼς κατηγορίας, ἐσπούδασεν εἰς λόγους αὐτῷ συνελθεῖν, ὡς λύσων τὴν διαφοράν. καὶ συνελθὼν ἐδεῖτο γράψαι περὶ αὐτοῦ πρὸς τοὺς ἄρχοντας ἑτέραν ἐπιστολὴν ὡς οὐδὲν ἠδικημένον οὐδʼ ἐγκαλοῦντα.

πρὸς Κρῆτα δὲ ἄρα, τὸ τοῦ λόγου, κρητίζων ἠγνόει τὸν Φαρνάβαζον. ὑποσχόμενος γὰρ ἅπαντα ποιήσειν, φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύσανδρος ἠξίωσεν ἐπιστολήν, κρύφα δὲ εἶχεν ἑτέραν αὐτόθι γεγραμμένην. ἐν δὲ τῷ τὰς σφραγῖδας ἐπιβάλλειν ἐναλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει, δίδωσιν ἐκείνην αὐτῷ τὴν κρύφα γεγραμμένην.

ἀφικόμενος οὖν ὁ Λύσανδρος εἰς Λακεδαίμονα καὶ πορευθείς, ὥσπερ ἔθος ἐστίν, εἰς τὸ ἀρχεῖον, ἀπέδωκε τοῖς ἐφόροις τὰ γράμματα τοῦ Φαρναβάζου, πεπεισμένος ἀνῃρῆσθαι τὸ μέγιστον αὐτοῦ τῶν ἐγκλημάτων· ἠγαπᾶτο γὰρ ὁ Φαρνάβαζος ὑπὸ τῶν Λακεδαιμονίων, προθυμότατος ἐν τῷ πολέμῳ τῶν βασιλέως στρατηγῶν γεγενημένος.

ἐπεὶ δὲ ἀναγνόντες οἱ ἔφοροι τὴν ἐπιστολὴν ἔδειξαν αὐτῷ, καὶ συνῆκεν ὡς

  1. οὐκ ἆρʼ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος,
Unknownτότε μὲν ἰσχυρῶς τεθορυβημένος ἀπῆλθεν· ἡμέραις δὲ ὀλίγαις ὕστερον ἐντυχὼν τοῖς ἄρχουσιν ἔφη δεῖν αὐτὸν εἰς Ἄμμωνος ἀναβῆναι καὶ τῷ θεῷ θῦσαι θυσίας ἃς εὔξατο πρὸ τῶν ἀγώνων.

ἔνιοι μὲν οὖν ἀληθῶς φασιν αὐτῷ πολιορκοῦντι τὴν τῶν Ἀφυταίων πόλιν ἐν Θρᾴκῃ κατὰ τοὺς ὕπνους παραστῆναι τὸν Ἄμμωνα· διὸ καὶ τὴν πολιορκίαν ἀφείς, ὡς τοῦ θεοῦ προστάξαντος, ἐκέλευσε τοὺς Ἀφυταίους Ἄμμωνι θύειν καὶ τὸν θεὸν ἐσπούδασεν εἰς τὴν Λιβύην πορευθεὶς ἐξιλάσασθαι.

τοῖς δὲ πλείστοις ἐδόκει πρόσχημα ποιεῖσθαι τὸν θεόν, ἄλλως δὲ τοὺς ἐφόρους δεδοικὼς καὶ τὸν οἴκοι ζυγὸν οὐ φέρων οὐδʼ ὑπομένων ἄρχεσθαι πλάνης ὀρέγεσθαι καὶ περιφοιτήσεως τινός, ὥσπερ ἵππος ἐκ νομῆς ἀφέτου καὶ λειμῶνος αὖθις ἥκων ἐπὶ φάτνην καὶ πρὸς τὸ σύνηθες ἔργον αὖθις ἀγόμενος. ἣν μὲν γὰρ Ἔφορος τῆς ἀποδημίας ταύτης αἰτίαν ἀναγράφει, μετὰ μικρὸν ἀφηγήσομαι.