Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὅταν οὖν ἀπόρρητόν τι καὶ μέγα φράσαι βουληθῶσι, βιβλίον ὥσπερ ἱμάντα μακρὸν καὶ στενὸν ποιοῦντες περιελίττουσι τὴν παρʼ αὐτοῖς σκυτάλην, οὐδὲν διάλειμμα ποιοῦντες, ἀλλὰ πανταχόθεν κύκλῳ τὴν ἐπιφάνειαν αὐτῆς τῷ βιβλίῳ καταλαμβάνοντες. τοῦτο δὲ ποιήσαντες ἃ βούλονται καταγράφουσιν εἰς τὸ βιβλίον, ὥσπερ ἐστὶ τῇ σκυτάλῃ περικείμενον· ὅταν δὲ γράψωσιν, ἀφελόντες τὸ βιβλίον ἄνευ τοῦ ξύλου πρὸς τὸν στρατηγὸν ἀποστέλλουσι.

δεξάμενος δὲ ἐκεῖνος ἄλλως μὲν οὐδὲν ἀναλέξασθαι δύναται τῶν γραμμάτων συναφὴν οὐκ ἐχόντων, ἀλλὰ διεσπασμένων, τὴν δὲ παρʼ αὑτῷ σκυτάλην λαβὼν τὸ τμῆμα τοῦ βιβλίου περὶ αὐτὴν περιέτεινεν, ὥστε, τῆς ἕλικος εἰς τάξιν ὁμοίως ἀποκαθισταμένης, ἐπιβάλλοντα τοῖς πρώτοις τὰ δεύτερα, κύκλῳ τὴν ὄψιν ἐπάγειν τὸ συνεχὲς ἀνευρίσκουσαν. καλεῖται δὲ ὁμωνύμως τῷ ξύλῳ σκυτάλη τὸ βιβλίον, ὡς τῷ μετροῦντι τὸ μετρούμενον.

ὁ δὲ Λύσανδρος, ἐλθούσης τῆς σκυτάλης πρὸς αὐτὸν εἰς τὸν Ἑλλήσποντον, διεταράχθη, καὶ μάλιστα τὰς τοῦ Φαρναβάζου δεδιὼς κατηγορίας, ἐσπούδασεν εἰς λόγους αὐτῷ συνελθεῖν, ὡς λύσων τὴν διαφοράν. καὶ συνελθὼν ἐδεῖτο γράψαι περὶ αὐτοῦ πρὸς τοὺς ἄρχοντας ἑτέραν ἐπιστολὴν ὡς οὐδὲν ἠδικημένον οὐδʼ ἐγκαλοῦντα.

πρὸς Κρῆτα δὲ ἄρα, τὸ τοῦ λόγου, κρητίζων ἠγνόει τὸν Φαρνάβαζον. ὑποσχόμενος γὰρ ἅπαντα ποιήσειν, φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύσανδρος ἠξίωσεν ἐπιστολήν, κρύφα δὲ εἶχεν ἑτέραν αὐτόθι γεγραμμένην. ἐν δὲ τῷ τὰς σφραγῖδας ἐπιβάλλειν ἐναλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει, δίδωσιν ἐκείνην αὐτῷ τὴν κρύφα γεγραμμένην.