Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

Σηστὸν δʼ Ἀθηναίων ἐχόντων ἀφελόμενος οὐκ εἴασεν οἰκεῖν Σηστίους, ἀλλὰ τοῖς γενομένοις ὑπʼ αὐτῷ κυβερνήταις καὶ κελευσταῖς ἔδωκε τὴν πόλιν καὶ τὴν χώραν νέμεσθαι. πρὸς ὃ καὶ πρῶτον ἀντέκρουσαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς Σηστίους αὖθις ἐπὶ τὴν χώραν κατήγαγον.

ἀλλʼ ἐκεῖνά γε τοῦ Λυσάνδρου πάντες ἡδέως ἑώρων οἱ Ἕλληνες, Αἰγινήτας τε διὰ πολλοῦ χρόνου τὴν αὑτῶν πόλιν ἀπολαμβάνοντας καὶ Μηλίους καὶ Σκιωναίους ὑπʼ αὐτοῦ συνοικιζομένους, ἐξελαυνομένων Ἀθηναίων καὶ τὰς πόλεις ἀποδιδόντων.ἤδη δὲ καὶ τοὺς ἐν ἄστει κακῶς ἔχειν ὑπὸ λιμοῦ πυνθανόμενος κατέπλευσεν εἰς τὸν Πειραιᾶ καὶ παρεστήσατο τὴν πόλιν, ἀναγκασθεῖσαν ἐφʼ οἷς ἐκεῖνος ἐκέλευε ποιήσασθαι τὰς διαλύσεις.

καίτοι Λακεδαιμονίων ἐστὶν ἀκοῦσαι λεγόντων ὡς Λύσανδρος μὲν ἔγραψε τοῖς ἐφόροις τάδε· ἁλώκαντι ταὶ Ἀθᾶναι, Λυσάνδρῳ δʼ ἀντέγραψαν οἱ ἔφοροι· ἀρκεῖ τό γε ἑαλώκειν. ἀλλʼ εὐπρεπείας χάριν οὗτος ὁ λόγος πέπλασται. τὸ δʼ ἀληθινὸν δόγμα τῶν ἐφόρων οὕτως εἶχε· τάδε τὰ τέλη τῶν Λακεδαιμονίων ἔγνω· καββαλόντες τὸν Πειραιᾶ καὶ τὰ μακρὰ σκέλη, καὶ ἐκβάντες ἐκ πασῶν τῶν πόλεων τὰν αὑτῶν γᾶν ἔχοντες, ταῦτά κα δρῶντες τὰν εἰράναν ἔχοιτε, αἰ χρήδοιτε, καὶ τοὺς φυγάδας ἀνέντες.

περὶ τᾶν ναῶν τῶ πλήθεος, ὁκοῖόν τί κα τηνεὶ δοκέῃ, ταῦτα ποιέετε. ταύτην δὲ προσεδέξαντο τὴν σκυτάλην οἱ Ἀθηναῖοι Θηραμένους τοῦ Ἅγνωνος συμβουλεύσαντος· ὅτε καί φασιν ὑπὸ τῶν νέων τινὸς δημαγωγῶν Κλεομένους ἐρωτώμενον εἰ τολμᾷ τἀναντία Θεμιστοκλεῖ πράττειν καὶ λέγειν, παραδιδοὺς τὰ τείχη τοῖς Λακεδαιμονίοις, ἃ Λακεδαιμονίων ἀκόντων ἐκεῖνος ἀνέστησεν, εἰπεῖν·

ἀλλʼ οὐδέν, ὦ μειράκιον, ὑπεναντίον ἐγὼ πράττω Θεμιστοκλεῖ· τὰ γὰρ αὐτὰ τείχη κἀκεῖνος ἐπὶ σωτηρίᾳ τῶν πολιτῶν ἀνέστησε καὶ ἡμεῖς ἐπὶ σωτηρίᾳ καταβαλοῦμεν. εἰ δὲ τὰ τείχη τὰς πόλεις εὐδαίμονας ἐποίει, πασῶν ἔδει πράττειν κάκιστα τὴν Σπάρτην ἀτείχιστον οὖσαν.

ὁ δʼ οὖν Λύσανδρος, ὡς παρέλαβε τάς τε ναῦς ἁπάσας πλὴν δώδεκα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἕκτῃ ἐπὶ δεκάτῃ Μουνυχιῶνος μηνός, ἐν ᾗ καὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐνίκων τὸν βάρβαρον, ἐβούλευσεν εὐθὺς καὶ τὴν πολιτείαν μεταστῆσαι.