Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἀλλὰ καὶ ὁ κωμικὸς Θεόπομπος ἔοικε ληρεῖν ἀπεικάζων τοὺς Λακεδαιμονίους ταῖς καπηλίσιν, ὅτι τοὺς Ἕλληνας ἥδιστον ποτὸν τῆς ἐλευθερίας γεύσαντες ὄξος ἐνέχεαν· εὐθὺς γὰρ ἦν τὸ γεῦμα δυσχερὲς καὶ πικρόν, οὔτε τοὺς δήμους κυρίους τῶν πραγμάτων ἐῶντος εἶναι τοῦ Λυσάνδρου, καὶ τῶν ὀλίγων τοῖς θρασυτάτοις καὶ φιλονεικοτάτοις τὰς πόλεις ἐγχειρίζοντος.

διατρίψας δὲ περὶ ταῦτα χρόνον οὐ πολύν, καὶ προπέμψας εἰς Λακεδαίμονα τοὺς ἀπαγγελοῦντας ὅτι προσπλεῖ μετὰ νεῶν διακοσίων, συνέμιξε περὶ Ἀττικὴν Ἄγιδι καὶ Παυσανίᾳ τοῖς βασιλεῦσιν ὡς ταχὺ συναιρήσων τὴν πόλιν. ἐπεὶ δὲ ἀντεῖχον οἱ Ἀθηναῖοι, λαβὼν τὰς ναῦς πάλιν εἰς Ἀσίαν διεπέρασε· καὶ τῶν μὲν ἄλλων πόλεων ὁμαλῶς ἁπασῶν κατέλυε τὰς πολιτείας καὶ καθίστη δεκαδαρχίας, πολλῶν μὲν ἐν ἑκάστῃ σφαττομένων, πολλῶν δὲ φευγόντων, Σαμίους δὲ πάντας ἐκβαλὼν παρέδωκε τοῖς φυγάσι τὰς πόλεις.