Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁ μὲν οὖν Ἀλκιβιάδης ὑποπτεύσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπηλλάττετο. πέμπτῃ δὲ ἡμέρᾳ τῶν Ἀθηναίων ποιησαμένων τὸν ἐπίπλουν καὶ πάλιν ἀπερχομένων, ὥσπερ εἰώθεσαν, ὀλιγώρως πάνυ καὶ καταφρονητικῶς, ὁ Λύσανδρος ἐκπέμπων τὰς κατασκόπους ναῦς ἐκέλευσε τοὺς τριηράρχους, ὅταν ἴδωσι τοὺς Ἀθηναίους ἐκβεβηκότας, ἐλαύνειν ἀποστρέψαντας ὀπίσω τάχει παντί, καὶ γενομένους κατὰ μέσον τὸν πόρον ἀσπίδα χαλκῆν ἐπάρασθαι πρῴραθεν ἐπίπλου σύμβολον.

αὐτὸς δὲ τοὺς κυβερνήτας καὶ τριηράρχους ἐπιπλέων ἀνεκαλεῖτο καὶ παρώρμα συνέχειν ἕκαστον ἐν τάξει τὸ πλήρωμα καὶ τοὺς ναύτας καὶ τοὺς ἐπιβάτας, ὅταν δὲ σημανθῇ, μετὰ προθυμίας καὶ ῥώμης ἐλαύνειν ἐπὶ τοὺς πολεμίους. ὡς δὲ ἥ τε ἀσπὶς ἀπὸ τῶν νεῶν ἤρθη καὶ τῇ σάλπιγγι τὴν ἀναγωγὴν ἐσήμαινεν ἀπὸ τῆς ναυαρχίδος, ἐπέπλεον μὲν αἱ νῆες, ἡμιλλῶντο δὲ οἱ πεζοὶ παρὰ τὸν αἰγιαλὸν ἐπὶ τὴν ἄκραν.

τὸ δὲ μεταξὺ τῶν ἠπείρων διάστημα ταύτῃ πεντεκαίδεκα σταδίων ἐστί, καὶ ταχέως ὑπὸ σπουδῆς καὶ προθυμίας τῶν ἐλαυνόντων συνῄρητο. Κόνων δὲ πρῶτος ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπὸ τῆς γῆς ἰδὼν ἐπιπλέοντα τὸν στόλον ἐξαίφνης ἀνεβόησεν ἐμβαίνειν, καὶ περιπαθῶν τῷ κακῷ τοὺς μὲν ἐκάλει, τῶν δὲ ἐδεῖτο, τοὺς δὲ ἠνάγκαζε πληροῦν τὰς τριήρεις.

ἦν δὲ οὐδὲν ἔργον αὐτοῦ τῆς σπουδῆς ἐσκεδασμένων τῶν ἀνθρώπων. ὡς γὰρ ἐξέβησαν, εὐθύς, ἅτε μηδὲν προσδοκῶντες, ἠγόραζον, ἐπλανῶντο περὶ τὴν χώραν, ἐκάθευδον ὑπὸ ταῖς σκηναῖς, ἠριστοποιοῦντο, πορρωτάτω τοῦ μέλλοντος ἀπειρίᾳ τῶν ἡγουμένων ὄντες.

ἤδη δὲ κραυγῇ καὶ ῥοθίῳ προσφερομένων τῶν πολεμίων ὁ μὲν Κόνων ὀκτὼ ναυσὶν ὑπεξέπλευσε καὶ διαφυγὼν ἀπεπέρασεν εἰς Κύπρον πρὸς Εὐαγόραν, ταῖς δὲ ἄλλαις ἐπιπεσόντες οἱ Πελοποννήσιοι τὰς μὲν κενὰς παντάπασιν ᾕρουν, τὰς δʼ ἔτι πληρουμένας ἔκοπτον. οἱ δὲ ἄνθρωποι πρός τε ταῖς ναυσὶν ἀπέθνησκον ἄνοπλοι καὶ σποράδες ἐπιβοηθοῦντες, ἔν τε τῇ γῇ φεύγοντες ἀποβάντων τῶν πολεμίων ἐκτείνοντο.