Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐ μὴν ταῦτά γε μάλιστα διέβαλλε τὸν Μάριον, ἀλλʼ οἱ λόγοι θρασεῖς ὄντες ὑπεροψίᾳ καὶ ὕβρει τοὺς πρώτους ἐλύπουν, σκῦλόν τε βοῶντος αὐτοῦ τὴν ὑπατείαν φέρεσθαι τῆς τῶν εὐγενῶν καὶ πλουσίων μαλακίας, καὶ τραύμασιν οἰκείοις πρὸς τὸν δῆμον, οὐ μνήμασι νεκρῶν οὐδὲ ἀλλοτρίαις εἰκόσι νεανιεύεσθαι.

πολλάκις δὲ καὶ τοὺς ἀτυχήσαντας ἐν Λιβύῃ στρατηγούς, τοῦτο μὲν Βηστίαν, τοῦτο δὲ Ἀλβῖνον, ἀνθρώπους οἴκων μὲν ἐπιφανῶν, αὐτοὺς δὲ τύχῃ σφαλέντας, ἀποχέμους καὶ διʼ ἀπειρίαν πταίσαντας ὀνομάζων, ἐπυνθάνετο τῶν παρόντων εἰ μὴ καὶ τοὺς ἐκείνων οἴονται προγόνους αὐτῷ μᾶλλον ἂν εὔξασθαι παραπλησίους ἐκγόνους ἀπολιπεῖν, ἅτε δὴ μηδὲ αὐτοὺς διʼ εὐγένειαν, ἀλλʼ ὑπʼ ἀρετῆς καὶ καλῶν ἔργων ἐνδόξους γενομένους.

ταῦτα δὲ οὐ κενῶς οὐδὲ ἀλαζονικῶς ἔλεγεν οὐδὲ μάτην ἀπεχθάνεσθαι τοῖς δυνατοῖς βουλόμενος, ἀλλʼ ὁ δῆμος αὐτόν, ἡδόμενός τε τῇ βουλῇ προπηλακιζομένῃ καὶ λόγου κόμπῳ μετρῶν ἀεὶ φρονήματος μέγεθος, ἐξεκούφιζε, καὶ συνεξώρμα μὴ

p.484
φείδεσθαι τῶν ἀξιολόγων, χαριζόμενον τοῖς πολλοῖς.

ὡς δὲ διέπλευσεν εἰς Λιβύην, Μέτελλος μὲν ἥττων τοῦ φθόνου γενόμενος, καὶ περιπαθῶν ὅτι, κατειργασμένου τὸν πόλεμον αὐτοῦ καὶ μηδὲν ὑπόλοιπον ἣ τὸ σῶμα τοῦ Ἰουγούρθα λαβεῖν ἔχοντος, ἥκει Μάριος ἐπὶ τὸν στέφανον καὶ τὸν θρίαμβον, ἐκ τῆς πρὸς ἐκεῖνον ἀχαριστίας ηὐξημένος, οὐχ ὑπέμεινεν εἰς τὸ αὐτὸ συνελθεῖν, ἀλλʼ αὐτὸς μὲν ὑπεξεχώρησε, Ῥουτίλιος δὲ τὸ στράτευμα τῷ Μαρίῳ παρέδωκε, πρεσβευτὴς γενονὼς τοῦ Μετέλλου.

καὶ περιῆλθέ τις νέμεσις ἐν τῷ τέλει τῶν πράξεων Μάριον ἀφῃρέθη γάρ ὑπὸ Σύλλα τὴν τοῦ κατορθώματος δόξαν, ὡς ὑπʼ ἐκείνου Μέτελλος· ὃν τρόπον δέ, ἀφηγήσομαι βραχέως, ἐπεὶ τὰ καθʼ ἕκαστον μᾶλλον ἐν τοῖς περὶ Σύλλα γέγραπται. Βόκχος ὁ τῶν ἄνω βαρβάρων βασιλεὺς ἦν πενθερὸς Ἰουγούρθα, καὶ πολεμοῦντι μὲν οὐ πάνυ τι συλλαμβάνειν ἐδόκει, προβαλλόμενος αὐτοῦ τὴν ἀπιστίαν, καὶ τὴν αὔξησιν δεδοικώς·

ἐπεὶ δὲ φεύγων καὶ πλανώμενος ἐκεῖνον ὑπʼ ἀνάγκης ἔθετο τῶν ἐλπίδων τελευταῖαν καὶ κατῆρε πρὸς αὐτόν, αἰσχύνῃ μᾶλλον ὡς ἱκέτην ἣ διʼ εὔνοιαν ὑποδεξάμενος διὰ χειρὸς εἶχε, φανερῶς μὲν ὑπὲρ αὐτοῦ παραιτούμενος Μάριον καὶ γράφων ὡς οὐκ ἂν ἐκδῴη καὶ παρρησιαζόμενος, κρύφα δὲ βουλεύων προδοσίαν ἐπʼ αὐτῷ, καὶ μεταπεμπόμενος Λεύκιον Σύλλαν, ταμίαν μὲν ὄντα Μαρίου, χρήσιμον δὲ τῷ Βόκχῳ γεγενημένον ἐπὶ στρατείας.

ὡς δὲ πιστεύσας ἀνέβη πρὸς αὐτὸν ὁ Σύλλας,

p.486
ἔσχε μέν τις τροπὴ γνώμης καὶ μετάνοια τὸν βάρβαρον, ἡ μέρας τε συχνὰς διηνέχθη τῷ λογισμῷ, βουλευόμενος ἣ παραδοῦναι τὸν Ἰουγούρθαν ἣ μηδὲ τὸν Σύλλαν ἀφεῖναι· τέλος δὲ τὴν προτέραν κυρώσας προδοσίαν, ἐνεχείρισε τῷ Σύλλᾳ ζῶντα τὸν Ἰουγούρθαν.

καὶ τοῦτο πρῶτον ὑπῆρξεν αὐτοῖς σπέρμα τῆς ἀνηκέστου καὶ χαλεπῆς ἐκείνης στάσεως, ἣ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν Ῥώμην. πολλοὶ γάρ ἐβούλοντο τοῦ Σύλλα τὸ ἔργον εἶναι τῷ Μαρίῳ

paris.1624.411
φθονοῦντες, αὐτός τε Σύλλας σφραγῖδα ποιησάμενος ἐφόρει γλυφὴν ἔχουσαν ἐγχειριζόμενον ὑπὸ τοῦ Βόκχου τὸν Ἰουγούρθαν ἑαυτῷ.

καὶ ταύτῃ χρώμενος ἀεὶ διετέλει φιλότιμον ἄνδρα καὶ πρὸς κοινωνίαν δόξης ἀγνώμονα ,καὶ δύσεριν ἐρεθίζων τὸν Μάριον, ἐναγόντων μάλιστα τῶν ἐχθρῶν τῶν ἐκείνου, καὶ τὰ μὲν πρῶτα τοῦ πολέμου καὶ μέγιστα τῷ Μετέλλῳ, τὰ δ’ ἔσχατα καὶ τὸ πέρας αὐτοῦ Σύλλᾳ προστιθέντων, ὡς παύσαιτο θαυμάζων καὶ προσέχων ἐκείνῳ μάλιστα πάντων ὁ δῆμος.