Caius Marius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
Κάτλος δὲ Λουτάτιος Μαρίῳ συνάρξας καὶ
ῥιπτουμένων δὲ τῶν σωμάτων ἀκεφάλων καὶ
ἐν τούτῳ δὲ ὥσπερ τροπαίας τινος ἀμειβούσης ἐφοίτων ἄγγελοι πανταχόθεν ὡς Σύλλας συνῃρηκὼς τὸν Μιθριδατικὸν πόλεμον καὶ τὰς ἐπαρχίας ἀνειληφὼς ἐπιπλέοι μετὰ πολλῆς δυνάμεως, καὶ τοῦτο βραχεῖαν ἐπίσχεσιν ἐποίησε καὶ παῦλαν ὀλίγην ἀφάτων κακῶν, ὅσον οὔπω τὸν πόλεμον ἥκειν ἐπʼ αὐτοὺς οἰομένων. ὕπατος μὲν οὖν ἀπεδείχθη τὸ ἕβδομον Μάριος, καὶ προελθὼν αὐταῖς Καλάνδαις Ἰανουαρίαις, ἔτους ἀρχῇ, Σέξτον τινὰ Λουκῖνον κατεκρήμνισεν ὃ κἀκείνοις καὶ τῇ πόλει τῶν αὖθις ἐδόκει κακῶν γεγονέναι σημεῖον μέγιστον.
αὐτὸς δὲ ἤδη τοῖς τε πόνοις ἀπειρηκὼς καὶ ταῖς φροντίσιν οἷον ὑπέραντλος ὢν καὶ κατάπονος, τὴν ψυχὴν πρὸς τοσαύτην αὖθις ἐπίνοιαν νέου πολέμου καὶ καινῶν ἀγώνων καὶ φόβων ὑπὸ ἐμπειρίας δεινῶν καὶ καμάτου τρέμουσαν οὐκ ἀνέφερε, λογιζόμενος ὡς οὐ πρὸς Ὀκτάβιον οὐδὲ Μερούλαν σύγκλυδος ὁμίλου καὶ στασιώδους ὄχλου στρατηγοὺς ὁ κίνδυνος ἔσοιτο, Σύλλας δὲ ἐκεῖνος ἔπεισιν ὁ τῆς πατρίδος αὐτὸν ἐξελάσας πάλαι, νῦν δὲ Μιθριδάτην συνεσταλκὼς εἰς τὸν Εὔξεινον Πόντον.
ὑπὸ τοιούτων θραυόμενος λογισμῶν, καὶ τὴν μακρὰν ἄλην αὐτοῦ καὶ φυγὰς καὶ κινδύνους διὰ γῆς καὶ θαλάττης ἐλαυνομένου λαμβάνων πρὸ ὀφθαλμῶν, εἰς ἀπορίας ἐνέπιπτε δεινὰς καὶ νυκτερινὰ δείματα καὶ ταραχώδεις ὀνείρους, ἀεί τινος ἀκούειν φθεγγομένου δοκῶν
δειναὶ γάρ κοῖται καὶ ἀποιχομένοιο λέοντος.μάλιστα δὲ πάντων φοβούμενος τὰς ἀγρυπνίας ἐνέβαλεν εἰς πότους ἑαυτὸν καὶ μέθας ἀώρους καὶ παρʼ ἡλικίαν, ὥσπερ ἀπόδρασιν τῶν φροντίδων τὸν ὕπνον μηχανώμενος.
τέλος δὲ ὡς ἧκέ τις ἀπαγγέλλων ἀπὸ θαλάσσης, νέοι προσπίπτοντες αὐτῷ φόβοι, τὰ μὲν δέει τοῦ μέλλοντος, τὰ δὲ ὥσπερ ἄχθει καὶ κόρῳ τῶν παρόντων, ῥοπῆς βραχείας ἐπιγενομένης εἰς νόσον κατηνέχθη πλευρῖτιν, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ φιλόσοφος, αὐτὸς