Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐκ δὲ τούτου καὶ τῶν ἄλλων ὅσους ἀσπασαμένους μὴ προσαγορεύσειε μηδὲ ἀντασπάσαιτο, τοῦτο αὐτὸ σύμβολον ἦν ἀποσφάττειν εὐθὺς ἐν

p.586
ταῖς ὁδοῖς, ὥστε καὶ τῶν φίλων ἕκαστον ἀγωνίας μεστὸν εἶναι καὶ φρίκης ὁσάκις ἀσπασόμενοι τῷ Μαρίῳ πελάζοιεν· κτεινομένων δὲ πολλῶν Κίννας μὲν ἀμβλὺς ἦν καὶ μεστὸς ἤδη τοῦ φονεύειν, Μάριος δὲ καθʼ ἑκάστην ἡμέραν ἀκμάζοντι τῷ θυμῷ καὶ διψῶντι διὰ πάντων ἐχώρει τῶν ὁπωσοῦν ἐν ὑποψίᾳ γεγονότων.

καὶ πᾶσα μὲν ὁδός, πᾶσα δὲ πόλις τῶν διωκόντων καὶ κυνηγετούντων τοὺς ὑποφεύγοντας καὶ κεκρυμμένους ἔγεμεν. ἠλέγχετο δὲ καὶ ξενίας καὶ φιλίας πίστις οὐδὲν ἔχουσα παρὰ τὰς τύχας βέβαιον· ὀλίγοι γάρ ἐγένοντο παντάπασιν οἱ μὴ προδόντες αὐτοῖς τοὺς παρὰ σφᾶς καταφυγόντας.

ἄξιον οὖν ἄγασθαι καὶ θαυμάσαι τοὺς τοῦ Κορνούτου θεράποντας οἳ, οἱ τὸν δεσπότην ἀποκρύψαντες οἴκοι, νεκρὸν δέ τινα τῶν πολλῶν ἀναρτήσαντες ἐκ τοῦ τραχήλου καὶ περιθέντες αὐτῷ χρυσοῦν δακτύλιον ἐπεδείκνυον τοῖς Μαρίου δορυφόροις καὶ κοσμήσαντες ὡς ἐκεῖνον αὐτὸν ἔθαπτον. ὑπενόησε δὲ οὐδείς, ἀλλʼ οὕτω λαθὼν ὁ Κορνοῦτος ὑπὸ τῶν οἰκετῶν εἰς Γαλατίαν διεκομίσθη.

χρηστῷ δὲ καὶ Μᾶρκος Ἀντώνιος ὁ ῥήτωρ φίλῳ χρησάμενος ἠτύχησεν. ὁ γάρ ἄνθρωπος ἦν μὲν πένης καὶ δημοτικός, ὑποδεξάμενος δὲ πρῶτον ἄνδρα Ῥωμαίων καὶ φιλοφρονούμενος ἐκ τῶν παρόντων, οἰκέτην ἔπεμψε πρός τινα τῶν ἐγγὺς καπήλων ληψόμενον οἶνον. διαγευομένου δὲ ἐπιμελέστερον καὶ βελτίονα μετρῆσαι κελεύοντος ἠρώτησεν ὁ κάπηλος ὁ τι παθὼν οὐχὶ τὸν

p.588
νέον, ὥσπερ εἴωθεν, ὠνεῖται καὶ δημοτικόν, ἀλλὰ τοῦ σπουδαίου καὶ πολυτελοῦς.