Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐ μὴν ἀλλὰ ταύτην μὲν ταχέως μετέστησεν ἑτέρῳ πολιτεύματι τὴν δόξαν. νόμου γάρ εἰσφερομένου περὶ σίτου διανομῆς τοῖς πολίταις ἐναντιωθεὶς ἐρρωμενέστατα καὶ κρατήσας, εἰς τὸ ἴσον ἑαυτὸν κατέστησε τῇ τιμῇ πρὸς

paris.1624.408
ἀμφοτέρους ὡς μηδετέροις παρὰ τὸ συμφέρον χαριζόμενος.

μετὰ δὲ τὴν δημαρχίαν ἀγορανομίαν τὴν μείζονα παρήγγειλε, δύο γάρ εἰσι τάξεις

p.472
ἀγορανομιῶν, ἡ μὲν ἀπὸ τῶν δίφρων τῶν ἀγκυλοπόδων, ἐφʼ ὧν καθεζόμενοι χρηματίζουσιν, ἔχουσα τοὔνομα τῆς ἀρχῆς, τὴν δ’ ὑποδεεστέραν δημοτικὴν καλοῦσιν. ὅταν δὲ τοὺς ἐντιμοτέρους ἕλωνται περὶ τῶν ἑτέρων πάλιν τὴν ψῆφον λαμβάνουσιν.

ὡς οὖν ὁ Μάριος φανερὸς ἦν λειπόμενος ἐν ἐκείνῃ, ταχὺ μεταστὰς αὖθις ᾔτει τὴν ἑτέραν. δόξας δὲ θρασὺς εἶναι καὶ αὐθάδης ἀπέτυχε· καὶ δυσὶν ἐν ἡμέρᾳ μιᾷ περιπεσὼν ἀποτεύξεσιν, ὃ μηδεὶς ἔπαθεν ἂλλος, οὐδὲ μικρὸν ὑφήκατο τοῦ φρονήματος, ὕστερον δὲ οὐ πολλῷ στρατηγίαν μετελθὼν ὀλίγον ἐδέησεν ἐκπεσεῖν, ἔσχατος δὲ πάντων ἀναγορευθεὶς δίκην ἔσχε δεκασμοῦ.