Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἤδη δὲ Μιντούρνης, πόλεως Ἰταλικῆς, ὅσον εἴκοσι σταδίων ἀπέχοντες ὁρῶσιν ἱππέων ἴλην πρόσωθεν ἐλαύνοντας ἐπʼ αὐτοὺς καὶ κατὰ τύχην ὁλκάδας δύο φερομένας. ὡς οὖν ἕκαστος ποδῶν εἶχε καὶ ῥώμης καταδραμόντες ἐπὶ τὴν θάλασσαν καὶ καταβαλόντες ἑαυτοὺς προσενήχοντο ταῖς ναυσί. καὶ λαβόμενοι τῆς ἑτέρας οἱ περὶ τὸν Γράνιον ἀπεπέρασαν εἰς τὴν

p.566
ἄντικρυς νῆσον Αἰναρία καλεῖται·

αὐτὸν δὲ Μάριον βαρὺν ὄντα τῷ σώματι καὶ δυσμεταχείριστον οἰκέται δύο μόλις καὶ χαλεπῶς ὑπέρ τῆς

paris.1624.427
θαλάττης ἐξάραντες εἰς τὴν ἑτέραν ἔθεντο ναῦν, ἤδη τῶν ἱππέων ἐφεστώτων καὶ διακελευομένων ἀπὸ γῆς τοῖς ναύταις κατάγειν τὸ πλοῖον ἢ τὸν Μάριον ἐκβαλόντας αὐτοὺς ἀποπλεῖν ὅπῃ χρῄζοιεν. ἱκετεύοντος δὲ τοῦ Μαρίου καὶ δακρύοντος, οἱ κύριοι τῆς ὁλκάδος ὡς ἐν ὀλίγῳ πολλὰς ἐπʼ ἀμφότερα τῆς γνώμης τροπὰς λαβόντες ὅμως ἀπεκρίναντο τοῖς ἱππεῦσι μὴ προέσθαι τὸν Μάριον.

ἐκείνων δὲ πρὸς ὀργὴν ἀπελασάντων αὖθις ἑτέρων γενόμενοι λογισμῶν κατεφέροντο πρὸς τὴν γῆν· καὶ περὶ τὰς ἐκβολὰς τοῦ Λίριος ποταμοῦ διάχυσιν λιμνώδη λαμβάνοντος ἀγκύρας βαλόμενοι παρεκάλουν αὐτὸν ἐκβῆναι καὶ τροφὴν ἐπὶ γῆς λαβεῖν καὶ τὸ σῶμα θεραπεῦσαι κεκακωμένον, ἄχρι οὗ φορὰ γένηται· γίγνεσθαι δὲ τὴν εἰωθυῖαν ὥραν τοῦ πελαγίου μαραινομένου καὶ τῶν ἑλῶν αὔραν ἀναδιδόντων ἐπιεικῶς διαρκῆ.

ταῦτα πεισθεὶς ὁ Μάριος ἔπραττε· καὶ τῶν ναυτῶν ἐξελομένων αὐτὸν ἐπὶ τὴν γῆν κατακλινεὶς ἔν τινι πόᾳ πορρωτάτω τοῦ μέλλοντος εἶχε τὴν διάνοιαν. οἱ δὲ εὐθὺς ἐπιβάντες ἐπὶ τὴν ναῦν καὶ τὰς ἀγκύρας ἀναλαβόντες ἔφευγον, ὡς οὔτε καλὸν ἐκδοῦναι τὸν Μάριον αὐτοῖς οὔτε σῴζειν ἀσφαλές, οὕτω δὴ πάντων ἔρημος ἀπολειφθείς πολὺν μὲν χρόνον ἄναυδος ἐπὶ τῆς ἀκτῆς ἔκειτο, μόλις δέ πως ἀναλαβὼν ἑαυτὸν ἐπορεύετο ταλαιπώρως ἀνοδίαις·

καὶ διεξελθὼν ἕλη βαθέα καὶ τάφρους ὕδατος καὶ πηλοῦ γεμούσας ἐπιτυγχάνει καλύβῃ λιμνουργοῦ γέροντος, ὃν περιπεσὼν

p.568
ἱκέτευε γενέσθαι σωτῆρα καὶ βοηθὸν ἀνδρός, εἰ διαφύγοι τὰ παρόντα, μείζονας ἐλπίδων ἀμοιβὰς ἀποδώσοντος. ὁ δὲ ἄνθρωπος, εἴτε πάλαι γινώσκων εἴτε πρὸς τὴν ὄψιν ὡς κρείττονα θαυμάσας, ἀναπαύσασθαι μὲν ἔφη δεομένῳ τὸ σκηνύδριον ἐξαρκεῖν, εἰ δέ τινας ὑποφεύγων πλάζοιτο κρύψειν αὐτὸν ἐν τόπῳ μᾶλλον ἡσυχίαν ἔχοντι.

τοῦ δὲ Μαρίου δεηθέντος τοῦτο ποιεῖν, ἀγαγὼν αὐτὸν εἰς τὸ ἕλος καὶ πτῆξαι κελεύσας ἐν χωρίῳ κοίλῳ παρὰ τὸν ποταμὸν ἐπέβαλε τῶν τε καλάμων πολλοὺς καὶ τῆς ἄλλης ἐπιφέρων ὕλης ὅση κούφη καὶ περιπέσσειν ἀβλαβῶς δυναμένη.