Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ ἤδη τῶν Ἰταλῶν ἐγκεκλικότων ἐμνηστεύοντο πολλοὶ τὸν Μιθριδατικὸν πόλεμον ἐν Ῥώμῃ διὰ τῶν δημαγωγῶν, παρὰ πᾶσαν ἐλπίδα Σουλπίκιος δήμαρχος, ἀνήρ θρασύτατος, παραγαγὼν Μάριον ἀπεδείκνυεν ἀνθύπατον στρατηγὸν ἐπὶ Μιθριδάτην. καὶ ὁ δῆμος διέστη, τῶν μὲν αἱρουμένων τὰ Μαρίου, τῶν δὲ Σύλλαν καλούντων καὶ τὸν Μάριον ἐπὶ θερμὰ κελευόντων εἰς Βαΐας βαδίζειν καὶ τὸ σῶμα θεραπεύειν ὑπό τε γήρως καὶ ῥευμάτων ἀπειρηκός, ὡς αὐτὸς ἔλεγε.

καὶ γάρ ἦν ἐκεῖ περὶ Μισηνοὺς τῷ Μαρίῳ πολυτελὴς οἰκία, τρυφὰς ἔχουσα

p.556
καὶ διαίτας θηλυτέρας ἢ κατʼ ἄνδρα πολέμων τοσούτων καὶ στρατειῶν αὐτουργόν. ταύτην λέγεται μυριάδων ἑπτὰ ἡμίσους Κορνηλία πρίασθαι χρόνου δ’ οὐ πάνυ πολλοῦ γενομένου Λεύκιος Λεύκολλος ὠνεῖται μυριάδων πεντήκοντα
paris.1624.425
καὶ διακοσίων οὕτως ταχέως ἀνέδραμεν ἡ πολυτέλεια καὶ τοσαύτην ἐπίδοσιν τὰ πράγματα πρὸς τρυφὴν ἔλαβεν.

οὐ μὴν ἀλλὰ Μάριος φιλοτίμως πάνυ καὶ μειρακιωδῶς ἀποτριβόμενος τὸ γῆρας καὶ τὴν ἀσθένειαν ὁσημέραι κατέβαινεν εἰς τὸ πεδίον, καὶ μετὰ τῶν νεανίσκων γυμναζόμενος ἐπεδείκνυε τὸ σῶμα κοῦφον μὲν ὅπλοις, ἔποχον δὲ ταῖς ἱππασίαις, καίπερ οὐκ εὐσταλὴς γεγονώς ἐν γήρᾳ τὸν ὄγκον, ἀλλʼ εἰς σάρκα περιπληθῆ καὶ βαρεῖαν ἐνδεδωκώς.