Caius Marius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
καὶ τοῖς μὲν ἄλλοις ἧττον ἤχθετο παρευδοκιμούμενος, σφόδρα δὲ αὐτὸν ἠνία Σύλλας ἐκ τοῦ πρὸς ἐκεῖνον αὐξανόμενος φθόνου
ἀντεφιλονίκει δὲ Σύλλας, καὶ τὴν στάσιν ὅσον οὔπω φερομένην εἰς μέσον ἐπέσχεν ὁ συμμαχικὸς πόλεμος ἐξαίφνης ἐπὶ τὴν πόλιν ἀναρραγείς. τὰ γὰρ μαχιμώτατα τῶν Ἰταλικῶν ἐθνῶν καὶ πολυανθρωπότατα κατὰ τῆς Ῥώμης συνέστησαν καὶ μικρὸν ἐδέησαν συγχέαι τὴν ἡγεμονίαν, οὐ μόνον ὅπλοις ἐρρωμένα καὶ σώμασιν, ἀλλὰ καὶ τόλμαις στρατηγῶν καὶ δεινότησι χρησάμενα θαυμασταῖς καὶ ἀντιπάλοις.
οὗτος ὁ πόλεμος τοῖς πάθεσι ποικίλος γενόμενος καὶ ταῖς τύχαις πολυτροπώτατος ὅσον Σύλλᾳ προσέθηκε δόξης καὶ δυνάμεως, τοσοῦτον ἀφεῖλε Μαρίου, βραδὺς γάρ ἐφάνη ταῖς ἐπιβολαῖς, ὄκνου τε περὶ πάντα καὶ μελλήσεως ὑπερέβαλλεν̓,, εἴτε τοῦ γήρως τὸ δραστήριον ἐκεῖνο καὶ θερμὸν ἐν αὐτῷ κατασβεννύντος ἑξηκοστὸν γάρ ἤδη καὶ πέμπτον ἔτος ὑπερέβαλλεν, εἴτε, ὡς αὐτὸς ἔλεγε, περὶ νεῦρα γεγονὼς νοσώδης καὶ σώματι δύσεργος ὢν ὑπέμενε παρὰ δύναμιν αἰσχύνῃ τὰς στρατείας.
οὐ μὴν ἀλλὰ καὶ τότε μάχῃ τε μεγάλῃ νικήσας ἑξακισχιλίους ἀνεῖλε τῶν πολεμίων, καὶ λαβὴν οὐδαμῇ παρέσχεν