Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐκ τούτου ψηφίζεται Σατορνῖνος ἐπικηρύξαι τοὺς ὑπάτους ὅπως πυρὸς καὶ ὕδατος καὶ στέγης εἴργηται Μέτελλος· καὶ τὸ φαυλότατον αὐτοῖς τοῦ πλήθους παρῆν ἕτοιμον ἀποκτιννύναι τὸν ἄνδρα, τῶν δὲ βελτίστων περιπαθούντων καὶ συντρεχόντων πρὸς τὸν Μέτελλον οὐκ εἴα στασιάζειν διʼ αὐτόν, ἀλλὰ ἀπῆλθεν ἐκ τῆς πόλεως ἔμφρονι λογισμῷ χρησάμενος.

ἢ γὰρ ἀμεινόνων, ἔφη, τῶν πραγμάτων γενομένων καὶ τοῦ δήμου μετανοήσαντος ἀφίξομαι παρακαλούμενος· ἢ μενόντων ὁμοίων ἀπηλλάχθαι κράτιστον. ἀλλὰ γὰρ ὅσης μὲν ἀπέλαυσεν εὐνοίας παρὰ τὴν φυγὴν καὶ τιμῆς Μέτελλος, ὃν δὲ τρόπον ἐν Ῥόδῳ φιλοσοφῶν διῃτήθη, βέλτιον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις εἰρήσεται.

Μάριος δὲ τὸν Σατορνῖνον ἀντὶ τῆς ὑπουργίας ταύτης ἐπὶ πᾶν προϊόντα τόλμης καὶ δυνάμεως περιορᾶν ἀναγκαζόμενος, ἔλαθεν οὐκ ἀνεκτὸν ἀπεργασάμενος κακόν, ἀλλʼ ἄντικρυς ὅπλοις καὶ σφαγαῖς ἐπὶ τυραννίδα καὶ πολιτείας ἀνατροπὴν πορευόμενον. αἰδούμενος δὲ τοὺς κρατίστους, θεραπεύων δὲ τοὺς πολλούς, ἔργον ἀνελεύθερον ἐσχάτως ὑπέμεινε καὶ παλίμβολον.