Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ μὲν οὖν δῆμος ἡσθεὶς ὀμόσαντος ἀνεκρότησε καὶ κατευφήμησε, τοὺς δὲ ἀρίστους κατήφεια δεινὴ καὶ μῖσος ἔσχε τοῦ Μαρίου τῆς μεταβολῆς, ὤμνυσαν οὖν ἅπαντες ἐφεξῆς δεδιότες τὸν δῆμον ἄχρι Μετέλλου· Μέτελλος δέ, καίπερ ἀντιβολούντων καὶ δεομένων τῶν φίλων ὀμόσαι καὶ μὴ περιβαλεῖν ἑαυτὸν ἐπιτιμίοις ἀνηκέστοις, ἃ κατὰ τῶν μὴ ὀμνυόντων ὁ Σατορνῖνος εἰσέφερεν, οὐχ

p.546
ὐφήκατο τοῦ φρονήματος οὐδὲ ὤμοσεν,

ἀλλʼ ἐμμένων τῷ ἤθει καὶ πᾶν παθεῖν δεινὸν ἐπὶ τῷ μηθὲν αἰσχρὸν ἐργάσασθαι παρεσκευασμένος ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, διαλεγόμενος τοῖς περὶ αὐτὸν ὡς τὸ κακόν τι πρᾶξαι φαῦλον εἴη, τὸ δὲ καλὸν μέν,

paris.1624.423
ἀκινδύνως δέ, κοινόν, ἴδιον δὲ ἀνδρὸς ἀγαθοῦ τὸ μετὰ κινδύνων τὰ καλὰ πράσσειν.

ἐκ τούτου ψηφίζεται Σατορνῖνος ἐπικηρύξαι τοὺς ὑπάτους ὅπως πυρὸς καὶ ὕδατος καὶ στέγης εἴργηται Μέτελλος· καὶ τὸ φαυλότατον αὐτοῖς τοῦ πλήθους παρῆν ἕτοιμον ἀποκτιννύναι τὸν ἄνδρα, τῶν δὲ βελτίστων περιπαθούντων καὶ συντρεχόντων πρὸς τὸν Μέτελλον οὐκ εἴα στασιάζειν διʼ αὐτόν, ἀλλὰ ἀπῆλθεν ἐκ τῆς πόλεως ἔμφρονι λογισμῷ χρησάμενος.

ἢ γὰρ ἀμεινόνων, ἔφη, τῶν πραγμάτων γενομένων καὶ τοῦ δήμου μετανοήσαντος ἀφίξομαι παρακαλούμενος· ἢ μενόντων ὁμοίων ἀπηλλάχθαι κράτιστον. ἀλλὰ γὰρ ὅσης μὲν ἀπέλαυσεν εὐνοίας παρὰ τὴν φυγὴν καὶ τιμῆς Μέτελλος, ὃν δὲ τρόπον ἐν Ῥόδῳ φιλοσοφῶν διῃτήθη, βέλτιον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις εἰρήσεται.