Caius Marius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
ἀλλʼ ἦν, ὡς λέγουσι, πρὸς πολιτείαν καὶ τοὺς ἐν ὄχλοις
οὐ μὴν ἀλλὰ μᾶλλον ἔοικεν ἐκπλήσσεσθαι καὶ δεδιέναι τὴν ἐν ταῖς ἐκκλησίαις κραυγήν. ἐν μὲν γε τοῖς ὅπλοις ἀξίωμα καὶ δύναμιν εἶχε διὰ τὴν χρείαν, ἐν δὲ τῇ πολιτείᾳ περικοπτόμενος τὰ πρωτεῖα κατέφευγεν ἐπὶ τὴν τῶν πολλῶν εὔνοιαν καὶ χάριν, ὑπὲρ τοῦ μέγιστος γενέσθαι τὸ βέλτιστος εἶναι προϊέμενος.
πᾶσι μὲν οὖν προσέκρουε τοῖς ἀριστοκρατικοῖς, μάλιστα δὲ ὀρρωδῶν τὸν Μέτελλον ἠχαριστημένον ὑπʼ αὐτοῦ καὶ φύσει διʼ
καὶ πρὸς τοῦτο Γλαυκίαν καὶ Σατορνῖνον, ἀνθρώπους θρασυτάτους καὶ πλῆθος ἄπορον καὶ θορυβοποιὸν ὑπʼ αὑτοῖς ἔχοντας, σἰκειωσάμενος εἰσέφερε νόμους διʼ αὐτῶν καὶ τὸ στρατιωτικὸν ἐπάρας κατεμίγνυε ταῖς ἐκκλησίαις καὶ κατεστασίαζε τὸν Μέτελλον. ὡς δὲ Ῥουτίλιος ἱστορεῖ,
οὐδενὶ μέντοι τῶν πρὸ αὐτοῦ πλὴν μόνῳ Κορβίνῳ Οὐαλλερίῳ τοσαύτας ὑπατείας ἔδωκεν ὁ δῆμος, ἀλλʼ ἐκείνῳ μὲν ἀπὸ τῆς πρώτης εἷς τὴν τελευταίαν ἔτη πέντε καὶ τεσσαράκοντα γενέσθαι λέγουσι, Μάριος δὲ μετὰ τὴν πρώτην τὰς πέντε ῥύμῃ μιᾷ τύχης διέδραμε.
καὶ μάλιστα περὶ τὴν τελευταίαν ἐφθονεῖτο, πολλὰ συνεξαμαρτάνων τοῖς περὶ τὸν Σατορνῖνον. ὧν ἦν καὶ ὁ Νωνίου φόνος, ὃν ἀντιπαραγγέλλοντα δημαρχίαν ἀπέσφαξεν ὁ Σατορνῖνος. εἶτα δημαρχῶν ἐπῆγε τὸν περὶ τῆς χώρας νόμον, ᾧ προσεγέγραπτο τὴν σύγκλητον ὀμόσαι προσελθοῦσαν, ἦ μὴν ἐμμενεῖν οἷς ἂν ὁ δῆμος ψηφίσαιτο καὶ πρὸς μηδὲν ὑπεναντιώσεσθαι.