Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐ μὴν ἀλλὰ τῷ Μαρίῳ προσετίθετο σύμπαν τὸ ἔργον ἥ τε προτέρα νίκη καὶ τὸ πρόσχημα τῆς ἀρχῆς, μάλιστα δὲ οἱ πολλοὶ κτίστην τε Ῥώμης τρίτον ἐκεῖνον ἀνηγόρευον, ὡς οὐχ ἥττονα τοῦ Κελτικοῦ τοῦτον ἀπεωσμένον τὸν κίνδυνον, εὐθυμούμενοί τε μετὰ παίδων καὶ γυναικῶν ἕκαστοι κατʼ οἶκον ἅμα τοῖς θεοῖς καὶ Μαρίῳ δείπνου καὶ λοιβῆς ἀπήρχοντο, καὶ θριαμβεύειν μόνον ἠξίουν ἀμφοτέρους τοὺς θριάμβους.

οὐ μὴν ἐθριάμβευσεν οὕτως, ἀλλὰ μετὰ τοῦ Κάτλου, μέτριον ἐπὶ τηλικαύταις εὐτυχίαις βουλόμενος παρέχειν ἑαυτόν· ἔστι δὲ ὅ τι καὶ τοὺς στρατιώτας φοβηθείς παρατεταγμένους, εἰ Κάτλος ἀπείργοιτο τῆς τιμῆς, μηδὲ ἐκεῖνον ἐᾶν θριαμβεύειν.

πέμπτην μὲν οὖν ὑπατείαν διεῖπε· τῆς δὲ ἕκτης ὡς οὐδὲ εἷς πρώτης ὠρέγετο, θεραπείαις τὸν δῆμον ἀναλαμβάνων καὶ πρὸς χάριν ἐνδιδοὺς τοῖς πολλοῖς, οὐ μόνον παρὰ τὸν ὄγκον καὶ τὸ κοινὸν ἀξίωμα τῆς ἀρχῆς, ἀλλὰ καὶ παρὰ τὴν αὐτοῦ φύσιν ὑγρός τις εἶναι βουλόμενος καὶ δημοτικός, ἥκιστα τοιοῦτος πεφυκώς.

ἀλλʼ ἦν, ὡς λέγουσι, πρὸς πολιτείαν καὶ τοὺς ἐν ὄχλοις

p.540
θορύβους ὑπὸ φιλοδοξίας ἀτολμότατος, καὶ τὸ παρὰ τὰς μάχας ἀνέκπληκτον καὶ στάσιμον ἐν ταῖς ἐκκλησίαις ἀπέλειπεν αὐτὸν ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων ἐξιστάμενον. καίτοι λέγεται Καμερίνων ἄνδρας ὁμοῦ χιλίους διαπρεπῶς ἀγωνισαμένους ἐν τῷ πολέμῳ δωρησάμενος πολιτείᾳ, δοκοῦντος εἶναι τούτου παρανόμου καί τινων ἐγκαλούντων, εἰπεῖν ὅτι τοῦ νόμου διὰ τὸν τῶν ὅπλων ψόφον οὐ κατακούσειεν.