Caius Marius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

πολλῶν δὲ σημείων πρὸ φαινομένων τὰ μὲν ἄλλα χαρακτῆρα κοινὸν εἶχεν, ἐκ δὲ Ἀμερίας καὶ Τουδέρτου, πόλεων Ἰταλικῶν, ἀπηγγέλθη νυκτὸς ὦφθαι κατὰ τὸν οὐρανὸν αἰχμάς τε φλογοειδεῖς καὶ θυρεοὺς διαφερομένους τὸ πρῶτον, εἶτα συμπίπτοντας ἀλλήλοις καὶ σχήματα καὶ κινήματα λαμβάνοντας οἷα γίνεται μαχομένων ἀνδρῶν, τέλος δὲ τῶν μὲν ἐνδιδόντων, τῶν δὲ ἐπιφερομένων, πάντας ἐπὶ δυσμὰς ῥυῆναι.

περὶ τοῦτον δέ πως τὸν χρόνον ἀφίκετο καὶ Βατάκης ἐκ Πεσσινοῦντος ὁ τῆς Μεγάλης Μητρὸς ἱερεύς, ἀπαγγέλλων ὡς ἡ θεὸς ἐκ τῶν ἀνακτόρων ἐφθέγξατο αὐτῷ νίκην καὶ κράτος πολέμου Ῥωμαίοις ὑπάρχειν. τῆς δὲ συγκλήτου προσεμένης καὶ τῇ θεῷ ναὸν ἐπινίκιον ἱδρύσασθαι ψηφισαμένης, τὸν Βατάκην εἰς τὸν δῆμον προελθόντα καὶ ταὐτὰ βουλόμενον εἰπεῖν ἐκώλυσε δημαρχῶν Αὖλος Πομπήϊος, ἀγύρτην ἀποκαλῶν καὶ πρὸς ὕβριν ἀπελαύνων τοῦ βήματος.

δὲ δὴ καὶ μάλιστα τῷ λόγῳ τοῦ ἀνθρώπου πίστιν παρέσχεν. οὐ γάρ ἔφθη τῆς ἐκκλησίας λυθείσης ὁ Αὖλος εἰς οἶκον ἐπανελθεῖν, καὶ πυρετὸς ἐξήνθησεν αὐτῷ τοσοῦτος ὥστε πᾶσι καταφανῆ γενόμενον καὶ περιβόητον ἐντὸς ἑβδόμης ἡμέρας ἀποθανεῖν.

p.510

οἱ δὲ Τεύτονες ἐπεχείρησαν μὲν ἡσυχάζοντος τοῦ Μαρίου πολιορκεῖν τὸ στρατόπεδον, βέλεσι δὲ πολλοῖς ἐντυχόντες ἀπὸ τοῦ χάρακος φερομένοις καί τινας ἓξ αὑτῶν ἀποβαλόντες ἔγνωσαν εἰς τοὔμπροσθεν χωρεῖν ὡς ὑπερβαλοῦντες ἀδεῶς τὰς Ἄλπεις· καὶ συσκευασάμενοι παρήμειβον τὸ στρατόπεδον τῶν Ῥωμαίων, τότε δὴ μάλιστα παμπληθεῖς μήκει καὶ χρόνῳ τῆς παρόδου φανέντες· ἡμέραις γὰρ ἓξ λέγονται τὸν χάρακα τοῦ Μαρίου παραμείψασθαι συνεχῶς ὁδεύοντες.