Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ταῦτʼ οὖν ἐδρᾶτο ἀμφοτέρων τῶν βασιλέων παρόντων, καὶ συνῆσαν ἀλλήλοις μετὰ τῶν φίλων, δῶρα πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ λαμβάνοντες, ἐνταῦθα δὴ Γέλων, ἀνήρ πιστὸς Νεοπτολέμῳ, δεξιωσάμενος φιλοφρόνως τὸν Πύρρον ἐδωρήσατο βοῶν ἀροτήρων δυσὶ ζεύγεσι. ταῦτα Μυρτίλος ὁ ἐπὶ τοῦ οἴνου παρὼν ᾔτει τὸν Πύρρον· ἐκείνου δὲ μὴ διδόντος, ἀλλʼ ἑτέρῳ, χαλεπῶς ἐνεγκὼν ὁ Μυρτίλος οὐκ ἔλαθε τὸν Γέλωνα.

καλέσας οὖν αὐτὸν ἐπὶ

p.358
δεῖπνον, ὡς δέ φασιν ἔνιοι, καὶ χρησάμενος παρʼ οἶνον ὥραν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις διαφθεῖραι τὸν Πύρρον. ὁ δὲ Μυρτίλος ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος, ἐμήνυσε δὲ τῷ Πύρρῳ· καὶ κελεύσαντος ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς πράξεως αὐτοῖς· ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ Πύρρος τὸν ἔλεγχον γενέσθαι τοῦ ἀδικήματος.

οὕτω δὲ τοῦ Γέλωνος ἐξαπατωμένου συνεξαπατώμενος ὁ Νεοπτόλεμος, καὶ τὴν ἐπιβουλὴν ὁδῷ βαδίζειν οἰόμενος οὐ κατεῖχεν, ἀλλʼ ὑπὸ χαρᾶς ἐξέφερε πρὸς τοὺς φίλους, καί ποτε κωμάσας παρὰ τὴν ἀδελφὴν Καδμείαν ἐχρῆτο λαλιᾷ περὶ τούτων, οὐδένα συνακούειν οἰόμενος· οὐδεὶς γὰρ ἦν πλησίον ἄλλος ἢ Φαιναρέτη γυνὴ Σάμωνος τοῦ τὰ ποίμνια καὶ τὰ βουκόλια τῷ Νεοπτολέμῳ διοικοῦντος, αὕτη δὲ ἀπεστραμμένη πρὸς τὸν τοῖχον[*](τὰν τοῖχον with Coraës, Blass, and C: τοῖχον.)

ἐπὶ κλίνης τινὸς ἐδόκει καθεύδειν. συνήκοος δὲ πάντων γενομένη καὶ λαθοῦσα μεθʼ ἡμέραν ἧκε πρὸς Ἀντιγόνην τὴν Πύρρου γυναῖκα, καὶ πάντα κατεῖπεν ὅσα τοῦ Νεοπτολέμου πρὸς τὴν ἀδελφὴν ἤκουσε λέγοντος, πυθόμενος δὲ ὁ Πύρρος ἐκεῖ μὲν ἡσυχίαν ἦγεν, ἐν δὲ θυσίᾳ καλέσας ἐπὶ δεῖπνον τὸν Νεοπτόλεμον ἀπέκτεινεν,

αἰσθόμενος τῶν Ἠπειρωτῶν τοὺς κρατίστους προσέχοντας αὑτῷ, καὶ παρακελευομένους ἀπαλλαγῆναι τοῦ Νεοπτολέμου, καὶ μὴ μερίδα μικρὰν ἔχοντα

paris.1624.386
βασιλείας ἀγαπᾶν, ἀλλὰ τῇ φύσει χρήσασθαι
p.360
μειζόνων πραγμάτων ἀντιλαμβανόμενον, καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσας[*](φθάσας Coraës and Blass, with most MSS.: φθάσαι. ) ἀνελεῖν.