Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

σκότους δὲ πολλοῦ προσμίξας ὁ Πύρρος τοῖς τείχεσι, καὶ πύλην εὑρών ἣν Διαμπερὲς καλοῦσιν ἀνεῳγμένην ὑπὸ τοῦ Ἀριστέου αὐτοῖς, ἄχρι μὲν τοῦ παρεισπεσεῖν τοὺς Γαλάτας τοὺς παρʼ αὐτοῦ καὶ τὴν ἀγορὰν καταλαβεῖν ἐλάνθανε· τῆς δὲ πύλης τοὺς ἐλέφαντας οὐ δεχομένης καὶ διὰ τοῦτο τοὺς πύργους αὐτῶν ἀφαιρούντων, εἶτα πάλιν ἐν σκότε καὶ θορύβῳ περιτιθέντων καὶ γενομένης διατριβῆς, οἱ Ἀργεῖοι συναισθόμενοι πρὸς τὴν Ἀσπίδα καὶ τοὺς ὀχυροὺς τόπους

p.452
ἀνέθεον, καὶ τὸν Ἀντίγονον ἐκάλουν πέμποντες.

ὁ δὲ αὐτὸς μὲν ἐγγὺς προσελάσας ἐφήδρευε, τοὺς δὲ στρατηγοὺς καὶ τὸν υἱὸν εἰσέπεμψε συχνὴν βοήθειαν ἄγοντας. ἧκε δὲ καὶ Ἄρευς ἔχων χιλίους Κρῆτας καὶ Σπαρτιάτας τοὺς ἐλαφροτάτους, καὶ πάντες ἅμα τοῖς Γαλάταις προσβαλόντες εἰς πολὺν θόρυβον κατέστησαν αὐτούς, ὁ δὲ Πύρρος εἰσιὼν μετʼ ἀλαλαγμοῦ καὶ βοῆς παρὰ τὴν Κυλάραβιν, ὡς οἱ Γαλάται τοῖς περὶ αὐτὸν ἀντηλάλαξαν οὐκ ἰταμὸν οὐδὲ θαρραλέον, εἴκασε ταραττομένων εἶναι τὴν φωνὴν καὶ πονούντων.

ἐπῆγεν οὖν θᾶττον, ὠθῶν τοὺς πρὸ αὐτοῦ τῶν ἱππέων δυσοδοῦντας ἐν τοῖς ὀχετοῖς, ὧν ἡ πόλις ἐστὶ μεστή, καὶ κινδυνεύοντας, ἦν δὲ καὶ ἀσάφεια πολλὴ τῶν δρωμένων καὶ παραγγελλομένων ἐν νυκτομαχίᾳ, καὶ πλάναι καὶ διασπασμοὶ περὶ τοὺς στενωπούς, καὶ στρατηγίας οὐδὲν ἔργον ὑπὸ σκότους καὶ βοῆς ἀκρίτου καὶ στενότητος, ἀλλὰ διέτριβον ἄλλως περιμένοντες ἀμφότεροι τὴν ἡμέραν.