Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ δὲ Πύρρος ὥσπερ ἐναγισμόν τινα τῷ παιδὶ τελέσας καὶ λαμπρὸν ἐπιτάφιον ἀγωνισάμενος, καὶ πολὺ τῆς λύπης ἐν τῷ πρὸς τοὺς πολεμίους ἀφεὶς θυμῷ, προῆγεν ἐπὶ τὸ Ἄργος, καὶ τὸν Ἀντίγονον ἤδη πυνθανόμενος ἐπὶ τῶν

paris.1624.404
ἄκρων ὑπὲρ τοῦ πεδίου καθῆσθαι, περὶ τὴν
p.450
Ναυπλίαν ἐστρατοπέδευσε. τῇ δ’ ὑστεραίᾳ κήρυκα πρὸς τὸν Ἀντίγονον ἔπεμψε, λυμεῶνά τε καλῶν καὶ προκαλούμενος εἰς τὸ πεδίον καταβάντα διαγωνίσασθαι περὶ τῆς βασιλείας.

ὁ δὲ ἀπεκρίνατο τὴν μὲν αὑτοῦ στρατηγίαν οὐχ ὅπλων μᾶλλον ἢ καιρῶν εἶναι, τῷ δὲ Πύρρῳ πολλὰς ὁδοὺς ἀνεῳγέναι πρὸς θάνατον, εἰ ζῆν μὴ σχολάζει, πρὸς δὲ ἀμφοτέρους πρέσβεις ἧκον ἐξ Ἄργους, ἀπαλλάττεσθαι δεόμενοι καὶ τὴν πόλιν ἐᾶν μηδετέρου γενομένην, εὔνουν δὲ οὖσαν ἀμφοτέροις. ὁ μὲν οὖν Ἀντίγονος ἐπείθετο καὶ τὸν υἱὸν ἐδίδου τοῖς Ἀργείοις ὅμηρον, ὁ δὲ Πύρρος ὡμολόγει μὲν ἀπαλλαγήσεσθαι, μὴ παρέχων δὲ πίστιν ὑποπτότερος ἦν.

γίνεται δὲ σημεῖον αὐτῷ τε τῷ Πύρρῳ μέγα, τῶν γὰρ βοῶν τεθυμένων αἱ κεφαλαὶ κείμεναι χωρὶς ἤδη τάς τε γλώττας ὤφθησαν προβάλλουσαι καὶ περιλιχμώμεναι τὸν ἑαυτῶν φόνον, ἔν τε τῇ πόλει τῶν Ἀργείων ἡ τοῦ Λυκείου προφῆτις Ἀπόλλωνος ἐξέδραμε βοῶσα νεκρῶν ὁρᾶν καὶ φόνου κατάπλεω τὴν πόλιν, τὸν δ’ ἀετὸν ἐπὶ τὸν ἀγῶνα χωροῦντα, εἶτα φροῦδον εἶναι.

σκότους δὲ πολλοῦ προσμίξας ὁ Πύρρος τοῖς τείχεσι, καὶ πύλην εὑρών ἣν Διαμπερὲς καλοῦσιν ἀνεῳγμένην ὑπὸ τοῦ Ἀριστέου αὐτοῖς, ἄχρι μὲν τοῦ παρεισπεσεῖν τοὺς Γαλάτας τοὺς παρʼ αὐτοῦ καὶ τὴν ἀγορὰν καταλαβεῖν ἐλάνθανε· τῆς δὲ πύλης τοὺς ἐλέφαντας οὐ δεχομένης καὶ διὰ τοῦτο τοὺς πύργους αὐτῶν ἀφαιρούντων, εἶτα πάλιν ἐν σκότε καὶ θορύβῳ περιτιθέντων καὶ γενομένης διατριβῆς, οἱ Ἀργεῖοι συναισθόμενοι πρὸς τὴν Ἀσπίδα καὶ τοὺς ὀχυροὺς τόπους

p.452
ἀνέθεον, καὶ τὸν Ἀντίγονον ἐκάλουν πέμποντες.

ὁ δὲ αὐτὸς μὲν ἐγγὺς προσελάσας ἐφήδρευε, τοὺς δὲ στρατηγοὺς καὶ τὸν υἱὸν εἰσέπεμψε συχνὴν βοήθειαν ἄγοντας. ἧκε δὲ καὶ Ἄρευς ἔχων χιλίους Κρῆτας καὶ Σπαρτιάτας τοὺς ἐλαφροτάτους, καὶ πάντες ἅμα τοῖς Γαλάταις προσβαλόντες εἰς πολὺν θόρυβον κατέστησαν αὐτούς, ὁ δὲ Πύρρος εἰσιὼν μετʼ ἀλαλαγμοῦ καὶ βοῆς παρὰ τὴν Κυλάραβιν, ὡς οἱ Γαλάται τοῖς περὶ αὐτὸν ἀντηλάλαξαν οὐκ ἰταμὸν οὐδὲ θαρραλέον, εἴκασε ταραττομένων εἶναι τὴν φωνὴν καὶ πονούντων.

ἐπῆγεν οὖν θᾶττον, ὠθῶν τοὺς πρὸ αὐτοῦ τῶν ἱππέων δυσοδοῦντας ἐν τοῖς ὀχετοῖς, ὧν ἡ πόλις ἐστὶ μεστή, καὶ κινδυνεύοντας, ἦν δὲ καὶ ἀσάφεια πολλὴ τῶν δρωμένων καὶ παραγγελλομένων ἐν νυκτομαχίᾳ, καὶ πλάναι καὶ διασπασμοὶ περὶ τοὺς στενωπούς, καὶ στρατηγίας οὐδὲν ἔργον ὑπὸ σκότους καὶ βοῆς ἀκρίτου καὶ στενότητος, ἀλλὰ διέτριβον ἄλλως περιμένοντες ἀμφότεροι τὴν ἡμέραν.