Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

μοχθηρὰς ἤδη τῶν Λακεδαιμονίων ἐχόντων τὰς ἐλπίδας Ἀμεινίαν τε Φωκέα, τῶν Ἀντιγόνου στρατηγῶν, ἐκ Κορίνθου βοηθήσοντα παρεισήγαγε μετὰ ξένων, καὶ τοῦτον ἄρτι δεδεγμένων ὁ βασιλεὺς αὐτοῖς Ἄρευς ἧκεν ἐκ Κρήτης δισχιλίους στρατιώτας κομίζων, αἵ τε δὴ γυναῖκες εὐθὺς ἐπὶ τὰς οἰκίας

p.446
ἐσκεδάσθησαν, οὐδὲν ἔτι πολυπραγμονεῖν ἀξιοῦσαι τῶν πολεμικῶν, καὶ τοὺς παρʼ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπʼ ἀνάγκης γενομένους ἀφέντες αὑτοὺς ἐπὶ τὴν μάχην ἔταξαν.

τὸν δὲ Πύρρον ἔσχε μέν τις ἀλκὴ καὶ φιλοτιμία μᾶλλον διὰ τοὺς προσγεγονότας κρατῆσαι τῆς πόλεως· ὡς δὲ οὐδὲν ἐπέραινε, πληγὰς λαβὼν ἀπέστη καὶ τὴν χώραν ἐπόρθει διανοούμενος αὐτόθι χειμάσαι. τὸ δὲ χρεὼν ἦν ἄφυκτον. ἐν γὰρ Ἄργει στάσις ἦν Ἀριστέου πρὸς Ἀρίστιππον. ἐπεὶ δὲ ὁ Ἀρίστιππος ἐδόκει χρῆσθαι φίλῳ τῷ Ἀντιγόνῳ, φθάσας ὁ Ἀριστέας ἐκάλει τὸν Πύρρον εἰς τὸ Ἄργος.

ὁ δὲ ἐλπίδας ἐξ ἐλπίδων ἀεὶ κυλίνδων, καὶ ταῖς μὲν εὐτυχίαις ἐπʼ ἄλλας χρώμενος ἀφορμαῖς, ἃ δὲ ἔπταιεν ἑτέροις βουλόμενος ἀναπληροῦν πράγμασιν, οὔτε ἧτταν οὔτε νίκην ὅρον ἐποιεῖτο τοῦ ταράττεσθαι καὶ ταράττειν. εὐθὺς οὖν ἀνεζεύγνυεν ἐπὶ τὸ Ἄργος· ὁ δὲ Ἄρευς ἐνέδρας τε πολλὰς ὑφεὶς καὶ καταλαβὼν τὰ χαλεπώτατα τῆς ὁδοῦ περιέκοπτε τοὺς Γαλάτας καὶ τοὺς Μολοσσοὺς ὀπισθοφυλακοῦντας.

τῷ δὲ Πύρρῳ προείρητο μὲν ἐκ τῶν ἱερῶν ἀλόβων γενομένων ὑπὸ τοῦ μάντεως ἀποβολή τινος τῶν ἀναγκαίων, παρὰ δὲ τὸν καιρὸν τότε τῷ θορύβῳ καὶ τῷ κινήματι τὸν λογισμὸν ἐκκρουσθεὶς ἐκέλευσε τὸν υἱὸν Πτολεμαῖον λαβόντα τοὺς ἑταίρους παραβοηθεῖν, αὐτὸς δὲ θᾶττον ἐκ τῶν στενῶν ἐφελκόμενος τὴν στρατιὰν ὑπῆγεν.

ὀξείας δὲ περὶ

p.448
τὸν Πτολεμαῖον μάχης γενομένης, καὶ τῶν ἐπιλέκτων Λακεδαιμονίων, ὧν Εὔαλκος ἡγεῖτο, τοῖς μαχομένοις πρὸ αὐτοῦ συμπλεκομένων, ἀνὴρ πλήκτης καὶ δραμεῖν ὀξύς, Ὄρυσσος ὄνομα, Κρὴς Ἀπτεραῖος· ἐκ πλαγίου παραδραμὼν ἀγωνιζόμενον ἐκθύμως τὸν νεανίσκον ἐπάταξε καὶ κατέβαλε.