Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οἱ δὲ τοὺς Ῥωμαίους δεδιότες, μὴ γενομένης εἰρήνης ἐκδοθῶσι, τόν τε δῆμον ἐλοιδόρουν εἰ φέρει πράως ἐπικωμαζόμενος οὕτως ἀσελγῶς καὶ παροινούμένος, τόν τε Μέτωνα συστραφέντες ἐξέβαλον. οὕτω δὲ τοῦ δόγματος κυρίου γενομένου πρέσβεις ἔπεμψαν εἷς Ἤπειρον, οὐχ αὑτῶν μόνον, ἀλλὰ καὶ τῶν Ἰταλιωτῶν, δῶρα τῷ Πύρρῳ κομίζοντας καὶ λέγοντας ὡς ἡγεμόνος ἔμφρονος

paris.1624.391
δέονται καὶ δόξαν ἔχοντος,

δυνάμεις δὲ αὐτόθεν ὑπάρξουσι μεγάλαι παρά τε Λευκανῶν καὶ Μεσσαπίων καὶ Σαυνιτῶν καὶ Ταραντίνων εἷς δισμυρίους ἱππεῖς, πεζῶν δὲ ὁμοῦ πέντε καὶ τριάκοντα μυριάδας. ταῦτα οὐ μόνον αὐτὸν ἐπῆρε τὸν Πύρρον, ἀλλὰ καὶ τοῖς Ἠπειρώταις προθυμίαν ἐνέβαλε καὶ ὁρμὴν τῆς στρατείας.

ἦν δέ τις Κινέας, Θεσσαλὸς ἀνήρ, τῷ μὲν φρονεῖν δοκῶν ἱκανὸς εἶναι, Δημοσθένους δὲ τοῦ ῥήτορος ἀκηκοὼς ἐδόκει μόνος ἐν μάλιστα[*](μόνος εὖ μάλιστα Sintenis, with Sg; Bekker corrects εὖ to ἣ (alone or most), after Bryan and Reiske, and is followed by Blass; AC have μάλιστα εὖ μόνος.) τῶν τότε λεγόντων οἷον ἐν εἰκόνι τῆς ἐκείνου δυνάμεως καὶ δεινότητος ἀναμιμνήσκειν τοὺς

p.386
ἀκούοντας. συνὼν δὲ τῷ Πύρρῳ καὶ πεμπόμενος ἐπὶ τὰς πόλεις ἐβεβαίου τὸ Εὐριπίδειον,[*](πᾶν γὰρ ἐξαιρεῖ λόγος ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. (Phoenissae, 517 f., Kirchhoff.)) ὅτι πᾶν ἐξαιρεῖ λόγος
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.

ὁ γοῦν Πύρρος ἔλεγε πλείονας πόλεις ὑπὸ Κινέου τοῖς λόγοις ἢ τοῖς ὅπλοις ὑφʼ ἑαυτοῦ προσῆχθαι· καὶ διετέλει τὸν ἄνδρα τιμῶν ἐν τοῖς μάλιστα καὶ χρώμενος. οὗτος οὖν τὸν Πύρρον ὡρμημένον τότε ὁρῶν ἐπὶ τὴν Ἰταλίαν εἰς λόγους ἐπηγάγετο τοιούτους, ἰδὼν σχολάζοντα. πολεμισταὶ μέν, ὦ Πύρρε, Ῥωμαῖοι λέγονται καὶ πολλῶν ἐθνῶν μαχίμων ἄρχοντες· εἰ δὲ δοίη θεὸς περιγενέσθαι τῶν ἀνδρῶν, τί χρησόμεθα τῇ νίκῃ;

καὶ ὁ Πύρρος, ἐρωτᾷς, εἶπεν, ὦ Κινέα, πρᾶγμα φαινόμενον· οὔτε βάρβαρος ἡμῖν ἐκεῖ πόλις οὔτε Ἑλληνὶς ἀξιόμαχος Ῥωμαίων κρατηθέντων, ἀλλʼ ἕξομεν εὐθὺς Ἰταλίαν ἅπασαν, ἧς μέγεθος καὶ ἀρετὴν καὶ δύναμιν ἄλλῳ πού τινι μᾶλλον ἀγνοεῖν ἢ σοὶ προσήκει. μικρὸν οὖν ἐπισχὼν ὁ Κινέας, Ἰταλίαν δέ, εἶπεν, ὦ βασιλεῦ, λαβόντες, τί ποιήσομεν;