Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

πρῶτον μὲν οὖν ἐγένοντο λοιδορίαι καὶ διαφοραὶ πρὸς ἀλλήλους αὐτοῖς· ἐκ δὲ τούτων μᾶλλον ἀεὶ τὸν Τίτον ἐλύπουν ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα καὶ τῇ φήμῃ προκαταλαμβάνοντες τοὺς Ἕλληνας, ὥστε καὶ γράφεσθαι καὶ ᾄδεσθαι προτέρους ἐκείνους ὑπὸ ποιητῶν καὶ ἰδιωτῶν ὑμνούντων τὸ ἔργον.

ὧν μάλιστα διὰ στόματος ἦν τουτὶ τὸ ἐπίγραμμα·

  1. Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδʼ ἐπὶ νώτῳ
  2. Θεσσαλίης τρισσαὶ κείμεθα μυριάδες,
  3. Αἰτωλῶν δμηθέντες ὑπʼ Ἄρεος ἠδὲ Λατίνων,
  4. οὓς Τίτος εὐρείης ἤγαγʼ ἀπʼ Ἰταλίης,
  5. Ἠμαθίῃ μέγα πῆμα. τὸ δὲ θρασὺ κεῖνο Φιλίππου
  6. πνεῦμα θοῶν ἐλάφων ᾤχετʼ ἐλαφρότερον.

τοῦτο ἐποίησε μὲν Ἀλκαῖος ἐφυβρίζων Φιλίππῳ καὶ τὸν ἀριθμὸν τῶν ἀποθανόντων ἐπιψευσάμενος, λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν Φίλιππον. ὁ μὲν γὰρ ἀντικωμῳδῶν τὸν Ἀλκαῖον τῷ ἐλεγείῳ παρέβαλεν

p.346
  1. αφλοιος καὶ ἄφυλλος, ὁδοιπόρε, τῷδʼ ἐπὶ νώτῳ
  2. Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος·

τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ μετρίως παρώξυνε τὰ τοιαῦτα, διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθʼ ἑαυτόν, ἐλάχιστα φροντίζων τῶν Αἰτωλῶν. οἱ δὲ ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ Μακεδόνος, τοῦτο ἐκεῖνοι[*](τοῦτο ἐκεῖνοι Coraës, with the MSS.: τοῦτο ἐκεῖνο after Reiske.) περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφʼ ἧς πρώτης ἐδουλώθη τὸ Ἑλληνικόν.

ταῦτα τῶν Αἰτωλῶν λεγόντων καὶ διαταραττόντων τοὺς συμμάχους, αὐτὸς ὁ Φίλιππος ἐλθὼν πρὸς τὰς

paris.1624.374
διαλύσεις ἀνεῖλε τὴν ὑποψίαν, ἐπιτρέψας τῷ Τίτῳ καὶ Ῥωμαίοις τὰ καθʼ αὑτόν, καὶ οὕτω καταλύεται τὸν πόλεμον ὁ Τίτος· καὶ τὴν μὲν Μακεδονικὴν ἀπέδωκεν αὐτῷ βασιλείαν, τῆς δὲ Ἑλλάδος προσέταζεν ἀποστῆναι, χιλίοις δὲ ταλάντο ις ἐζημίωσε, τὰς δὲ ναῦς πάσας παρείλετο πλὴν δέκα, τῶν δὲ παίδων τὸν ἕτερον, Δημήτριον, ὁμηρεύσοντα λαβὼν εἰς Ῥώμην ἀπέστειλεν, ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον.

Ἀννίβου γὰρ τοῦ Λίβυος, ἀνδρὸς ἐχθίστου τε Ῥωμαίοις καὶ φυγάδος, ἤδη τότε πρὸς Ἀντίοχον ἥκοντος τὸν βασιλέα καὶ παροξύνοντος αὐτὸν εἰς

p.348
τὸ πρόσθεν προϊέναι τῇ τύχῃ τῆς δυνάμεως εὐροούσης, ἤδη καὶ καθʼ ἑαυτὸν ὑπὸ πραγμάτων μεγάλων, ἃ κατεργασάμενος μέγας ἐπωνομάσθη, πρὸς τὴν ἁπάντων ἡγεμονίαν ἀποβλέποντα, μάλιστα δὲ κατὰ Ῥωμαίων ἀνιστάμενον,

εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ τὸν Φιλιππικὸν ὁ Ἀντιοχικὸς κατειλήφει πόλεμος ἐν τῇ Ἑλλάδι, καὶ συνέστησαν ὑπʼ αἰτιῶν ἀμφότεροι κοινῶν οἱ μέγιστοι τῶν τότε καὶ δυνατώτατοι βασιλέων ἐπὶ τὴν Ῥώμην, ἔσχεν ἂν ἀγῶνας ἐξ ὑπαρχῆς καὶ κινδύνους τῶν πρὸς Ἀννίβαν οὐκ ἐλάττους.

νῦν δὲ τῶν πολέμων μέσην κατὰ καιρὸν ἐμβαλὼν τὴν εἰρήνην ὁ Τίτος, καὶ πρὶν ἄρξασθαι τὸν μέλλοντα διακόψας τὸν παρόντα, τοῦ μὲν τὴν ἐσχάτην ἐλπίδα, τοῦ δὲ τὴν πρώτην ὑφεῖλεν.