Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

· τοῦ δʼ εὐωνύμου διασπασμὸν ἀνὰ τοὺς λόφους καὶ περίκλασιν λαμβάνοντος, ὁ Τίτος, τὸ μὲν ἡττώμενον ἀπογνούς, πρὸς δὲ θάτερον ὀξέως παρελάσας, προσέβαλε τοῖς Μακεδόσι συστῆναι μὲν εἰς φάλαγγα καὶ πυκνῶσαι τὴν τάξιν εἰς βάθος, ἥπερ ἦν ἀλκὴ τῆς ἐκείνων δυνάμεως, κωλυομένοις διά τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν χωρίων, πρὸς δὲ τὸ κατʼ ἄνδρα συμπλέκεσθαι βαρεῖ καὶ δυσέργῳ χρωμένοις ὁπλισμῷ.

ζῴῳ γὰρ ἡ φάλαγξ ἔοικεν ἀμάχῳ τὴν ἰσχύν, ἕως ἕν ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν ἕν τάξει μιᾷ. διαλυθείσης δὲ καὶ τὴν καθʼ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος διά τε τὸν τρόπον τῆς ὁπλίσεως καὶ ὅτι παντὸς ὅλου τοῖς παρʼ ἀλλήλων μέρεσι μᾶλλον ἢ διʼ αὑτὸν ἰσχύει, τραπομένων δὲ τούτων οἱ μὲν ἐδίωκον τοὺς φεύγοντας, οἱ δὲ τοὺς μαχομένους τῶν Μακεδόνων παρεκδραμόντες

p.344
ἐκ πλαγίων ἔκτεινον, ὥστε ταχὺ καὶ τοὺς νικῶντας περισπᾶσθαι καὶ φεύγειν τὰ ὅπλα καταβάλλοντας.

ἔπεσον μὲν οὖν ὀκτακισχιλίων οὐκ ἐλάττους, ἑάλωσαν δὲ περὶ πεντακισχιλίους. τοῦ δὲ τὸν Φίλιππον ἀσφαλῶς ἀπελθεῖν τὴν αἰτίαν ἔλαβον Αἰτωλοί, περὶ ἁρπαγὴν γενόμενοι καὶ πόρθησιν τοῦ χάρακος ἔτι τῶν Ῥωμαίων διωκόντων, ὥστε μηθὲν εὑρεῖν ἐκείνους ἐπανελθόντας.