Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

Φιλίππου δὲ πρέσβεις πέμψαντος εἰς Ῥώμην ἀπέστειλε καὶ ὁ Τίτος παρʼ αὑτοῦ τοὺς πράξοντας ὅπως ἐπιψηφίσηται ἡ σύγκλητος χρόνον αὐτῷ τοῦ πολέμου μένοντος, εἰ δὲ μή, διʼ ἐκείνου τὴν εἰρήνην γενέσθαι, φιλότιμος γὰρ ὧν ἰσχυρῶς ἐδεδίει πεμφθέντος ἐπὶ τὸν πόλεμον ἑτέρου στρατηγοῦ τὴν δόξαν ἀφαιρεθῆναι.

διαπραξαμένων δὲ τῶν φίλων αὐτῷ μήτε τὸν Φίλιππον ὧν ἔχρῃζε τυχεῖν καὶ τοῦ πολέμου τὴν ἡγεμονίαν ἐκείνῳ φυλαχθῆναι, δεξάμενος τὸ δόγμα καὶ ταῖς ἐλπίσιν ἐπαρθείς εὐθὺς εἰς Θετταλίαν ἐπὶ τὸν Φιλίππου πόλεμον ὥρμησεν, ὑπὲρ ἑξακισχιλίους καὶ δισμυρίους ἔχων στρατιώτας, ὧν Αἰτωλοὶ πεζοὺς ἑξακισχιλίους καὶ ἱππεῖς τετρακοσίους παρεῖχον. ἦν δὲ καὶ τοῦ Φιλίππου τὸ στράτευμα τῷ πλήθει παραπλήσιον.

ἐπεὶ δὲ βαδίζοντες ἐπʼ ἀλλήλους καὶ γενόμενοι περὶ τὴν Σκοτοῦσαν ἐνταῦθα διακινδυνεύειν

p.340
ἔμελλον, οὐχ, ὅπερ εἰκὸς ἦν, πρὸς δέους ἔλαβον οἱ στρατοὶ τὴν ἀλλήλων γειτνίασιν, ἀλλὰ καὶ μᾶλλον ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο, Ῥωμαῖοι μὲν, εἰ Μακεδόνων κρατήσουσιν, ὧν ὄνομα διʼ Ἀλέξανδρον ἀλκῆς καὶ δυνάμεως πλεῖστον ἦν παρʼ αὐτοῖς, Μακεδόνες δὲ Ῥωμαίους Περσῶν ἡγούμενοι διαφέρειν ἤλπιζον, εἰ περιγένοιντο, λαμπρότερον ἀποδείξειν Ἀλεξάνδρου Φίλιππον.

ὁ μὲν οὖν Τίτος παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ προθύμους, ὡς ἐν τῷ καλλίστῳ θεάτρῳ τῇ Ἑλλάδι μέλλοντας ἀγωνίζεσθαι πρὸς τοὺς ἀρίστους τῶν ἀνταγωνιστῶν ὁ δὲ Φίλιππος, εἴτε ἀπὸ τύχης εἴτε ὑπὸ σπουδῆς παρὰ τὸν καιρὸν ἀγνοήσας, ἦν γάρ τι πολυάνδριον ὑψηλὸν ἔξω τοῦ χάρακος, ἐπὶ τοῦτο προβάς ἤρξατο μὲν, οἷα πρὸ μάχης φιλεῖ, διαλέγεσθαι καὶ παρορμᾶν, ἀθυμίας δὲ δεινῆς πρὸς τὸν οἰωνὸν ἐμπεσούσης διαταραχθεὶς ἐπέσχε τὴν ἡμέραν ἐκείνην.