Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἦσαν μὲν οὖν οἱ τὸν Τίτον ἄγειν κύκλῳ διὰ τῆς Δασσαρήτιδος κατὰ Λύκον εὔπορον

p.330
ὁδὸν καὶ ῥᾳδίαν ἐπιχειροῦντες. ὁ δὲ δεδοικώς μὴ πόρρω θαλάττης ἐμβαλὼν ἑαυτὸν εἰς τόπους γλίσχρους καὶ σπειρομένους πονηρῶς τοῦ Φιλίππου φυγομαχοῦντος ἀπορήσῃ σιτίων καὶ πάλιν ἄπρακτος, ὥσπερ ὁ πρὸ αὐτοῦ στρατηγὸς, ἀναχωρεῖν ἀναγκασθῇ πρὸς τὴν θάλασσαν, ἔγνω προσβαλὼν ἀνὰ κράτος διὰ τῶν ἄκρων βιάσασθαι τὴν πάροδον.

ἐπεὶ δὲ τὰ ὄρη τοῦ Φιλίππου τῇ φάλαγγι κατέχοντος, ἐκ τῶν πλαγίων πανταχόθεν ἐπὶ τοὺς Ῥωμαίους ἀκοντίων καὶ τοξευμάτων φερομένων, πληγαὶ μὲν ἐγίνοντο καὶ ἀγῶνες ὀξεῖς καὶ νεκροὶ παρʼ ἀμφοτέρων ἔπιπτον, οὐδὲν δὲ τοῦ πολέμου πέρας ἐφαίνετο, προσῆλθον ἄνθρωποι τῶν αὐτόθι νεμόντων φράζοντές τινα κύκλωσιν ἀμελουμένην ὑπὸ τῶν πολεμίων, ᾗ τὸν στρατόν ἄξειν ὑπισχνοῦντο καὶ καταστήσειν μάλιστα τριταῖον ἐπὶ τῶν ἄκρων.

γνώστην δὲ τῆς πίστεως παρείχοντο καὶ βεβαιωτὴν Χάροπα τὸν Μαχάτα, πρωτεύοντα μὲν Ἠπειρωτῶν, εὔνουν δὲ Ῥωμαίοις ὄντα καὶ κρύφα φόβῳ τοῦ Φιλίππου συναγωνιζόμενον. ᾧ πιστεύσας ὁ Τίτος ἐκπέμπει χιλίαρχον ἕνα πεζοὺς ἔχοντα τετρακισχιλίους καὶ ἱππεῖς τριακοσίους, ἡγοῦντο δὲ οἱ νομεῖς ἐκεῖνοι δεδεμένοι· καὶ τὰς μὲν ἡμέρας ἀνεπαύοντο κοίλους προβαλλόμενοι καὶ ὑλώδεις τόπους, ὥδευον δὲ νύκτωρ πρὸς τὴν σελήνην καὶ γὰρ ἦν διχόμηνος.

ὁ δὲ Τίτος τούτους ἀποστείλας τὰς μὲν ἄλλας

paris.1624.371
ἡμέρας διανέπαυε τὸν στρατόν ὅσα μὴ περισπᾶν τοῖς ἀκροβολισμοῖς τοὺς πολεμίους, καθʼ ἣν δὲ ἔμελλον ὑπερφανήσεσθαι τῶν ἄκρων οἱ περιϊόντες,
p.332
ἅμʼ ἡμέρᾳ πᾶν μὲν βαρὺ, πᾶν δὲ γυμνητικὸν ὅπλον ἐκίνει· καὶ τριχῇ νείμας τὴν δύναμιν αὐτὸς μὲν εἰς τὸ στενώτατον παρὰ τὸ ῥεῖθρον ὀρθίας ἀνῆγε τὰς σπείρας βαλλόμενος ὑπὸ τῶν Μακεδόνων καὶ συμπλεκόμενος τοῖς ἀπαντῶσι περὶ τὰς δυσχωρίας,

τῶν δὲ ἄλλων ἑκατέρωθεν ἅμα πειρωμένων ἁμιλλᾶσθαι καὶ ταῖς τραχύτησιν ἐμφυομένων προθύμως, ὅ τε ἥλιος ἀνέσχε καὶ καπνὸς οὐ βέβαιος, ἀλλʼ οἷον ὄρειος ὁμίχλη πόρρωθεν ἀνατέλλων καὶ διαφαινόμενος τοὺς μὲν πολεμίους ἐλάνθανε, κατὰ νώτου γὰρ ἦν αὐτοῖς, ἤδη τῶν ἄκρων ἐχομένων, οἱ δὲ Ῥωμαῖοι δόξαν ἔσχον ἀμφίβολον ἐν ἀγῶνι καὶ πόνῳ τὴν ἐλπίδα πρὸς τὸ βουλόμενον λαμβάνοντες.

ἐπεὶ δὲ μᾶλλον αὐξανόμενος καὶ διαμελαίνων τὸν ἀέρα καὶ πολὺς ἄνω χωρῶν ἐδηλοῦτο πυρσὸς εἶναι φίλιος, οἱ μὲν ἀλαλάξαντες ἐπέβαινον ἐρρωμένως καὶ συνέστελλον εἰς τὰ τραχύτατα τοὺς πολεμίους, οἱ δὲ ὄπισθεν ἀπὸ τῶν ἄκρων ἀντηλάλαξαν.