Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

αἰτησάμενος δὲ παρὰ τῆς βουλῆς τὸν ἀδελφὸν αὑτῷ Λεύκιον ἄρχοντα νεῶν συστρατεύειν, καὶ τῶν μετὰ Σκηπίωνος ἐν Ἰβηρίᾳ μὲν Ἀσδρούβαν, ἐν Λιβύῃ δὲ Ἀννίβαν αὐτὸν καταμεμαχημένων τοὺς ἀκμάζοντας ἔτι καὶ προθύμους ἀναλαβὼν ὥσπερ στόμωμα, τρισχιλίους γενομένους, εἰς τὴν Ἤπειρον ἀσφαλῶς διεπέρασε.

καὶ τὸν Πόπλιον εὑρὼν μετὰ τῆς δυνάμεως ἀντιστρατοπεδεύοντα τῷ Φιλίππῳ τὰς περὶ τὸν Ἄψον ποταμὸν ἐμβολὰς καὶ τὰ Στενὰ φυλάττοντι πολὺν ἤδη χρόνον, οὐδὲν δὲ περαίνοντα διὰ τὴν ὀχυρότητα τῶν χωρίων, παρέλαβε τὸ στράτευμα καὶ τὸν Πόπλιον ἀποπέμψας κατεσκέπτετο τοὺς τόπους, εἰσὶ δὲ ὀχυροὶ μὲν οὐχ ἧττον τῶν περὶ τὰ Τέμπη, κάλλη δὲ δένδρων, ὡς ἐκεῖνοι, καὶ χλωρότητα ὕλης καὶ διατριβὰς καὶ λειμῶνας ἡδεῖς οὐκ ἔχουσιν.

ὀρῶν δὲ μεγάλων καὶ ὑψηλῶν ἑκατέρωθεν εἰς μίαν φάραγγα μεγίστην καὶ βαθεῖαν συμφερομένων διεκπίπτων ὁ Ἄψος καὶ σχῆμα καὶ τάχος ἐξομοιοῦται πρὸς τὸν Πηνειόν, τὴν μὲν ἄλλην ἅπασαν ἀποκρύπτων ὑπώρειαν, ἐκτομὴν δὲ κρημνώδη καὶ στενὴν παρὰ τὸ ῥεῖθρον ἀπολείπων ἀτραπόν, οὐδὲ ἄλλως ῥᾳδίαν στρατεύματι διελθεῖν, εἰ δὲ καὶ φυλάττοιτο, παντελῶς ἄπορον.

ἦσαν μὲν οὖν οἱ τὸν Τίτον ἄγειν κύκλῳ διὰ τῆς Δασσαρήτιδος κατὰ Λύκον εὔπορον

p.330
ὁδὸν καὶ ῥᾳδίαν ἐπιχειροῦντες. ὁ δὲ δεδοικώς μὴ πόρρω θαλάττης ἐμβαλὼν ἑαυτὸν εἰς τόπους γλίσχρους καὶ σπειρομένους πονηρῶς τοῦ Φιλίππου φυγομαχοῦντος ἀπορήσῃ σιτίων καὶ πάλιν ἄπρακτος, ὥσπερ ὁ πρὸ αὐτοῦ στρατηγὸς, ἀναχωρεῖν ἀναγκασθῇ πρὸς τὴν θάλασσαν, ἔγνω προσβαλὼν ἀνὰ κράτος διὰ τῶν ἄκρων βιάσασθαι τὴν πάροδον.

ἐπεὶ δὲ τὰ ὄρη τοῦ Φιλίππου τῇ φάλαγγι κατέχοντος, ἐκ τῶν πλαγίων πανταχόθεν ἐπὶ τοὺς Ῥωμαίους ἀκοντίων καὶ τοξευμάτων φερομένων, πληγαὶ μὲν ἐγίνοντο καὶ ἀγῶνες ὀξεῖς καὶ νεκροὶ παρʼ ἀμφοτέρων ἔπιπτον, οὐδὲν δὲ τοῦ πολέμου πέρας ἐφαίνετο, προσῆλθον ἄνθρωποι τῶν αὐτόθι νεμόντων φράζοντές τινα κύκλωσιν ἀμελουμένην ὑπὸ τῶν πολεμίων, ᾗ τὸν στρατόν ἄξειν ὑπισχνοῦντο καὶ καταστήσειν μάλιστα τριταῖον ἐπὶ τῶν ἄκρων.