Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

πυνθανόμενος δὲ ὁ Τίτος τοὺς πρὸ ἑαυτοῦ στρατηγούς, τοῦτο μὲν Σουλπίκιον, τοῦτο δὲ Πόπλιον, ὀψὲ τῆς ὥρας ἐμβαλόντας εἰς Μακεδονίαν καὶ τοῦ πολέμου βραδέως ἁψαμένους κατατετρῖφθαι τοπομαχοῦντας καὶ διαπληκτιζομένους ἀκροβολισμοῖς ὑπὲρ ὁδῶν καὶ σιτολογίας πρὸς τὸν Φίλιππον, οὐκ ᾤετο δεῖν,

ὥσπερ ἐκεῖνοι καταναλώσαντες οἴκοι τὸν ἐνιαυτὸν ἐν τιμαῖς καὶ πολιτείαις ὕστερον ἐξώρμησαν ἐπὶ τὰς στρατείας, οὕτως καὶ αὐτὸς ἐνιαυτὸν ἐπικερδᾶναι τῇ ἀρχῇ, τὸν μὲν ὑπατεύσας, τῷ δὲ πολεμήσας, ἀλλʼ ὁμοῦ

p.328
φιλοτιμούμενος ἐνεργὸν τῷ πολέμῳ τὴν ἀρχὴν παρασχεῖν, τὰς μὲν ἐν τῇ πόλει τιμὰς καὶ προεδρίας ἀφῆκεν,

αἰτησάμενος δὲ παρὰ τῆς βουλῆς τὸν ἀδελφὸν αὑτῷ Λεύκιον ἄρχοντα νεῶν συστρατεύειν, καὶ τῶν μετὰ Σκηπίωνος ἐν Ἰβηρίᾳ μὲν Ἀσδρούβαν, ἐν Λιβύῃ δὲ Ἀννίβαν αὐτὸν καταμεμαχημένων τοὺς ἀκμάζοντας ἔτι καὶ προθύμους ἀναλαβὼν ὥσπερ στόμωμα, τρισχιλίους γενομένους, εἰς τὴν Ἤπειρον ἀσφαλῶς διεπέρασε.

καὶ τὸν Πόπλιον εὑρὼν μετὰ τῆς δυνάμεως ἀντιστρατοπεδεύοντα τῷ Φιλίππῳ τὰς περὶ τὸν Ἄψον ποταμὸν ἐμβολὰς καὶ τὰ Στενὰ φυλάττοντι πολὺν ἤδη χρόνον, οὐδὲν δὲ περαίνοντα διὰ τὴν ὀχυρότητα τῶν χωρίων, παρέλαβε τὸ στράτευμα καὶ τὸν Πόπλιον ἀποπέμψας κατεσκέπτετο τοὺς τόπους, εἰσὶ δὲ ὀχυροὶ μὲν οὐχ ἧττον τῶν περὶ τὰ Τέμπη, κάλλη δὲ δένδρων, ὡς ἐκεῖνοι, καὶ χλωρότητα ὕλης καὶ διατριβὰς καὶ λειμῶνας ἡδεῖς οὐκ ἔχουσιν.

ὀρῶν δὲ μεγάλων καὶ ὑψηλῶν ἑκατέρωθεν εἰς μίαν φάραγγα μεγίστην καὶ βαθεῖαν συμφερομένων διεκπίπτων ὁ Ἄψος καὶ σχῆμα καὶ τάχος ἐξομοιοῦται πρὸς τὸν Πηνειόν, τὴν μὲν ἄλλην ἅπασαν ἀποκρύπτων ὑπώρειαν, ἐκτομὴν δὲ κρημνώδη καὶ στενὴν παρὰ τὸ ῥεῖθρον ἀπολείπων ἀτραπόν, οὐδὲ ἄλλως ῥᾳδίαν στρατεύματι διελθεῖν, εἰ δὲ καὶ φυλάττοιτο, παντελῶς ἄπορον.