Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

Φιλίππῳ γὰρ ἦν στόμωμα μὲν εἰς μάχην ἀποχρῶν ἡ Μακεδόνων ἀρχή, ῥώμη δὲ πολέμου τριβὴν ἔχοντος καὶ χορηγία καὶ καταφυγὴ καὶ ὄργανον ὅλως τῆς φάλαγγος ἡ τῶν Ἑλλήνων δύναμις, ὧν μὴ διαλυθέντων ἀπὸ τοῦ Φιλίππου μιᾶς μάχης οὐκ ἦν ἔργον ὁ πρὸς αὑτὸν πόλεμος.

ἡ δʼ Ἑλλὰς οὔπω πολλὰ συνενηνεγμένη Ῥωμαίοις, ἀλλὰ τότε πρῶτον ἐπιμιγνυμένη ταῖς πράξεσιν, εἰ μὴ φύσει τε χρηστὸς ἦν ὁ ἄρχων καὶ λόγῳ μᾶλλον ἢ πολέμῳ χρώμενος, ἐντυγχάνοντί τε

paris.1624.370
προσῆν πιθανότης καὶ πρᾳότης ἐντυγχανομένῳ καὶ τόνος πλεῖστος ὑπὲρ τῶν δικαίων, οὐκ ἂν οὕτως ῥᾳδίως ἀντὶ τῶν συνήθων ἀλλόφυλον ἀρχὴν ἠγάπησε. ταῦτα μὲν οὖν ἐπὶ τῶν πράξεων αὐτοῦ δηλοῦται.

πυνθανόμενος δὲ ὁ Τίτος τοὺς πρὸ ἑαυτοῦ στρατηγούς, τοῦτο μὲν Σουλπίκιον, τοῦτο δὲ Πόπλιον, ὀψὲ τῆς ὥρας ἐμβαλόντας εἰς Μακεδονίαν καὶ τοῦ πολέμου βραδέως ἁψαμένους κατατετρῖφθαι τοπομαχοῦντας καὶ διαπληκτιζομένους ἀκροβολισμοῖς ὑπὲρ ὁδῶν καὶ σιτολογίας πρὸς τὸν Φίλιππον, οὐκ ᾤετο δεῖν,