Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπὶ τούτῳ Κάτων τιμητὴς γενόμενος καὶ καθαίρων τὴν σύγκλητον ἀπήλασε τῆς βουλῆς τὸν Λεύκιον, ὑπατικοῦ μὲν ἀξιώματος ὄντα, συνατιμοῦσθαι δὲ τοῦ ἀδελφοῦ δοκοῦντος αὐτῷ. διὸ καὶ προελθόντες εἰς τὸν δῆμον ἀμφότεροι ταπεινοὶ

p.376
καὶ δεδακρυμένοι μέτρια δεῖσθαι τῶν πολιτῶν ἐδόκουν, ἀξιοῦντες αἰτίαν εἰπεῖν τὸν Κάτωνα καὶ λόγον, ᾧ χρησάμενος οἶκον ἔνδοξον ἀτιμίᾳ τοσαύτῃ περιβέβληκεν.

οὐδὲν οὖν ὑποστειλάμενος ὁ Κάτων προῆλθε, καὶ καταστὰς μετὰ τοῦ συνάρχοντος ἠρώτησε τὸν Τίτον εἰ γινώσκει τὸ συμπόσιον. ἀρνουμένου δὲ ἐκείνου, διηγησάμενος εἰς ὁρισμὸν προεκαλεῖτο τὸν Λεύκιον εἴ τί φησι τῶν εἰρημένων μὴ ἀληθὲς εἶναι, τοῦ δὲ Λευκίου σιωπήσαντος, ὁ μὲν δῆμος ἔγνω δικαίαν γεγονέναι τὴν ἀτιμίαν καὶ τὸν Κάτωνα προέπεμψε λαμπρῶς ἀπὸ τοῦ βήματος,

ὁ δὲ Τίτος τῇ συμφορᾷ τοῦ ἀδελφοῦ περιπαθῶν συνέστη μετὰ τῶν πάλαι μισούντων τὸν Κάτωνα καὶ πάσας μὲν ἃς ἐκεῖνος ἐποιήσατο τῶν δημοσίων ἐκδόσεις καὶ μισθώσεις καὶ ὠνὰς ἠκύρωσε καὶ ἀνέλυσεν ἐν τῇ βουλῇ κρατήσας, πολλὰς δὲ καὶ μεγάλας δίκας κατʼ αὐτοῦ παρεσκεύασεν, οὐκ οἶδὲ ὅπως εὖ καὶ πολιτικῶς πρὸς ἄρχοντα νόμιμον καὶ πολίτην ἄριστον ὑπὲρ ἀνδρὸς οἰκείου μέν, ἀναξίου δὲ καὶ τὰ προσήκοντα πεπονθότος ἀνήκεστον ἔχθραν ἀράμενος.

οὐ μὴν

paris.1624.380
ἀλλὰ τοῦ Ῥωμαίων ποτὲ δήμου θέαν ἔχοντος ἐν τῷ θεάτρῳ καὶ τῆς βουλῆς, ὥσπερ εἴωθε, κόσμῳ προκαθημένης, ὀφθεὶς ὁ Λεύκιος ἐπʼ ἐσχάτοις που καθήμενος ἀτίμως καὶ ταπεινῶς οἶκτον ἔσχε· καὶ τὸ πλῆθος οὐκ ἠνέσχετο τὴν ὄψιν, ἀλλʼ ἐβόων μεταβῆναι κελεύοντες, ἕως μετέβη, δεξαμένων αὐτὸν εἰς ἑαυτοὺς τῶν ὑπατικῶν.
p.378