Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

πικρὸς μὲν οὖν οὐδενί, πολλοῖς δὲ ὀξὺς ἐδόκει καὶ

p.370
κοῦφος εἶναι τὴν φύσιν, ἄλλως δὲ συγγενέσθαι πάντων ἥδιστος καὶ εἰπεῖν ἐπίχαρις μετὰ δεινότητος. Ἀχαιούς μὲν γὰρ σφετεριζομένους τὴν Ζακυνθίων νῆσον ἀποτρέπων ἔφη κινδυνεύσειν, ἂν ὥσπερ αἱ χελῶναι πορρωτέρω τὴν κεφαλὴν τῆς Πελοποννήσου προτείνωσι· Φιλίππου δέ, ὁπηνίκα περὶ σπονδῶν καὶ εἰρήνης τὸ πρῶτον εἰς λόγους συνῄεσαν, εἰπόντος μετὰ πολλῶν ἥκειν ἐκεῖνον, αὑτὸν δὲ μόνον, ὑπολαβὼν ὁ Τίτος, αὑτὸν γὰρ, ἔφη, μόνον ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.

ἐπεὶ δὲ Δεινοκράτης ὁ Μεσσήνιος ἐν Ῥώμῃ παρά πότον μεθυσθεὶς ὠρχήσατο λαβὼν ἱμάτιον γυναικεῖον, τῇ δʼ ὑστεραίᾳ τὸν Τίτον ἠξίου βοηθεῖν αὐτῷ διανοουμένῳ τὴν Μεσσήνην ἀφιστάναι τῶν Ἀχαιῶν, ταῦτα μὲν ἔφη σκέψεσθαι, θαυμάζειν δὲ ἐκεῖνον, εἰ τηλικαύταις ἐπικεχειρηκὼς πράξεσιν ὀρχεῖσθαι δύναται παρά πότον καὶ ᾄδειν.

πρὸς δὲ τοὺς Ἀχαιούς τῶν παρά Ἀντιόχου πρέσβεων πλῆθος τι[*](πλῆθος τι Coraës and Bekker have πλῆθος τε, after Bryan.) τῆς βασιλικῆς στρατιᾶς καταλεγόντων καὶ καταριθμουμένων πολλὰς προσηγορίας, ὁ Τίτος ἔφη δειπνοῦντος αὐτοῦ παρά τῷ ξένῳ καὶ μεμφομένου τὸ πλῆθος τῶν κρεῶν καὶ θαυμάζοντος πόθεν οὕτω ποικίλης ἀγορᾶς εὐπόρησεν, εἰπεῖν τὸν ξένον, ὡς ὕεια πάντα ἐστί τῇ σκευασίᾳ, διαφέροντα καὶ τοῖς ἡδύσμασι.

μὴ τοίνυν, ἔφη, μηδὲ ὑμεῖς, ὦ ἄνδρες Ἀχαιοὶ,

p.372
θαυμάζετε τὴν Ἀντιόχου δύναμιν λογχοφόρους καὶ ξυστοφόρους καὶ πεζεταίρους ἀκούοντες πάντες γὰρ οὗτοι Σύροι εἰσίν ὁπλαρίοις διαφέροντες.

μετὰ δὲ τὰς Ἑλληνικὰς πράξεις καὶ

paris.1624.379
τὸν Ἀντιοχικὸν πόλεμον ἀπεδείχθη τιμητής, ἥτις ἐστὶν ἀρχὴ μεγίστη καὶ τρόπον τινὰ τῆς πολιτείας ἐπιτελείωσις. καὶ συνῆρχε μὲν αὐτῷ Μαρκέλλου τοῦ πεντάκις ὑπατεύσαντος υἱός, ἐξέβαλον δὲ τῆς βουλῆς τῶν οὐκ ἄγαν ἐπιφανῶν τέσσαρας, προσεδέξαντο δὲ πολίτας ἀπογραφομένους πάντας, ὅσοι γονέων ἐλευθέρων ἦσαν, ἀναγκασθέντες ὑπὸ τοῦ δημάρχου Τερεντίου Κουλέωνος, ὃς ἐπηρεάζων τοῖς ἀριστοκρατικοῖς ἔπεισε τὸν δῆμον ταῦτα ψηφίσασθαι.