Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἦσαν δὲ καὶ παρά τῶν ἄλλων Ἑλλήνων[*](τῶν ἄλλων Ἑλλήνων Coraës and Blass, after Bryan: τῶν Ἑλλήνων.) τιμαὶ πρέπουσαι, καὶ τὸ τὰς τιμὰς ἀληθινὰς ποιοῦν, εὔνοια θαυμαστὴ διʼ ἐπιείκειαν ἤθους, καὶ γὰρ εἴ τισιν ἐκ πραγμάτων ἢ φιλοτιμίας ἕνεκα, καθάπερ Φιλοποίμενι καὶ πάλιν Διοφάνει στρατηγοῦντι τῶν Ἀχαιῶν, προσέκρουσεν, οὐκ ἦν βαρὺς οὐδʼ εἰς ἔργα διατείνων ὁ θυμός, ἀλλʼ ἐν λόγῳ παρρησίαν τινὰ πολιτικὴν ἔχοντι παυόμενος.

πικρὸς μὲν οὖν οὐδενί, πολλοῖς δὲ ὀξὺς ἐδόκει καὶ

p.370
κοῦφος εἶναι τὴν φύσιν, ἄλλως δὲ συγγενέσθαι πάντων ἥδιστος καὶ εἰπεῖν ἐπίχαρις μετὰ δεινότητος. Ἀχαιούς μὲν γὰρ σφετεριζομένους τὴν Ζακυνθίων νῆσον ἀποτρέπων ἔφη κινδυνεύσειν, ἂν ὥσπερ αἱ χελῶναι πορρωτέρω τὴν κεφαλὴν τῆς Πελοποννήσου προτείνωσι· Φιλίππου δέ, ὁπηνίκα περὶ σπονδῶν καὶ εἰρήνης τὸ πρῶτον εἰς λόγους συνῄεσαν, εἰπόντος μετὰ πολλῶν ἥκειν ἐκεῖνον, αὑτὸν δὲ μόνον, ὑπολαβὼν ὁ Τίτος, αὑτὸν γὰρ, ἔφη, μόνον ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.

ἐπεὶ δὲ Δεινοκράτης ὁ Μεσσήνιος ἐν Ῥώμῃ παρά πότον μεθυσθεὶς ὠρχήσατο λαβὼν ἱμάτιον γυναικεῖον, τῇ δʼ ὑστεραίᾳ τὸν Τίτον ἠξίου βοηθεῖν αὐτῷ διανοουμένῳ τὴν Μεσσήνην ἀφιστάναι τῶν Ἀχαιῶν, ταῦτα μὲν ἔφη σκέψεσθαι, θαυμάζειν δὲ ἐκεῖνον, εἰ τηλικαύταις ἐπικεχειρηκὼς πράξεσιν ὀρχεῖσθαι δύναται παρά πότον καὶ ᾄδειν.

πρὸς δὲ τοὺς Ἀχαιούς τῶν παρά Ἀντιόχου πρέσβεων πλῆθος τι[*](πλῆθος τι Coraës and Bekker have πλῆθος τε, after Bryan.) τῆς βασιλικῆς στρατιᾶς καταλεγόντων καὶ καταριθμουμένων πολλὰς προσηγορίας, ὁ Τίτος ἔφη δειπνοῦντος αὐτοῦ παρά τῷ ξένῳ καὶ μεμφομένου τὸ πλῆθος τῶν κρεῶν καὶ θαυμάζοντος πόθεν οὕτω ποικίλης ἀγορᾶς εὐπόρησεν, εἰπεῖν τὸν ξένον, ὡς ὕεια πάντα ἐστί τῇ σκευασίᾳ, διαφέροντα καὶ τοῖς ἡδύσμασι.

μὴ τοίνυν, ἔφη, μηδὲ ὑμεῖς, ὦ ἄνδρες Ἀχαιοὶ,

p.372
θαυμάζετε τὴν Ἀντιόχου δύναμιν λογχοφόρους καὶ ξυστοφόρους καὶ πεζεταίρους ἀκούοντες πάντες γὰρ οὗτοι Σύροι εἰσίν ὁπλαρίοις διαφέροντες.