Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

πλεῖστον δὲ ἀγῶνα καὶ πόνον αὐτῷ

paris.1624.378
παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις πρὸς τὸν Μάνιον, ἐν ὀργῇ γεγονότων διὰ τὸν γάμον ὃν παρʼ αὐτῶν ἔγημεν Ἀντίοχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθʼ ὥραν οὐδὲ κατὰ καιρόν, ἀλλʼ ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται παρθένων γενέσθαι.

τοῦτο τοὺς Χαλκιδεῖς ἐποίησε βασιλίσαι προθυμότατα καὶ τὴν πόλιν αὐτῷ πρὸς τὸν πόλεμον ὁρμητήριον παρασχεῖν. ἐκεῖνος μὲν οὖν ὡς τάχιστα μετὰ τὴν μάχην φεύγων προσέμιξε τῇ Χαλκίδι, τήν τε κόρην ἀναλαβὼν καὶ τὰ χρήματα καὶ τοὺς φίλους εἰς Ἀσίαν ἀπέπλευσε· τὸν δὲ Μάνιον εὐθὺς ἐπὶ τοὺς Χαλκιδεῖς σὺν ὀργῇ

p.368
πορευόμενον ὁ Τίτος παρακολουθῶν ἐμάλαττε καὶ παρῃτεῖτο καί τέλος ἔπεισε καὶ κατεπράϋνεν, αὐτοῦ τε καὶ τῶν ἐν τέλει Ῥωμαίων δεόμενος.

οὕτω διασωθέντες οἱ Χαλκιδεῖς τὰ κάλλιστα καὶ μέγιστα τῶν παρʼ αὐτοῖς ἀναθημάτων τῷ Τίτῳ καθιέρωσαν, ὧν ἐπιγραφὰς ἔστι τοιαύτας ἄχρι νῦν ὁρᾶν ὁ δῆμος Τίτῳ καὶ Ἡρακλεῖ τὸ γυμνάσιον, ἑτέρωθι δὲ πάλιν, ὁ δῆμος Τίτῳ καὶ Ἀπόλλωνι τὸ Δελφίνιον.

ἔτι δὲ καὶ καθʼ ἡμᾶς ἱερεὺς χειροτονητὸς ἀπεδείκνυτο Τίτου, καὶ θύσαντες αὐτῷ τῶν σπονδῶν γενομένων ᾄδουσι παιᾶνα πεποιημένον, οὗ τἆλλα διὰ μῆκος ἡμεῖς παρέντες ἀνεγράψαμεν ἃ παυόμενοι τῆς ᾠδῆς λέγουσι·

  1. πίστιν δὲ Ῥωμαίων σέβομεν,
  2. τὰν μεγαλευκτοτάταν ὅρκοις φυλάσσειν·
  3. μέλπετε κοῦραι,
  4. Ζῆνα μέγαν Ῥώμαν τε Τίτον θʼ ἅμα Ῥωμαίων
  5. τε πίστιν
  6. ἰήϊε Παιάν, ὦ Τίτε σῶτερ.