Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἀνέθηκε δὲ καὶ χρυσοῦν τῷ Ἀπόλλωνι στέφανον ἐπιγράψας.

  1. τόνδε τοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔοικε[*](ἔοικε an anonymous correction adopted by Sintenis2 and Blass; Coraës and Bekker retain the vulgate ἔθηκε.)
  2. κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον,
  3. ὃν[*](ὃν Bekker corrects to ὅς, after Jacobs.) πόρεν Αἰνεαδᾶν ταγὸς μέγας. ἀλλʼ,
  4. ἑκάεργε,
  5. ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ.

τῇ δʼ οὖν[*](δʼ οὖν Bekker and Blass: γοῦν.) Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε· καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθʼ ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος, ὡς εἴρηται, Νέρων δὲ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας. ἀλλὰ ταῦτα μὲν ὕστερον.