Titus Flamininus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
ἐν ᾧ καὶ μᾶλλον, ὡς εἰκὸς, ἡδομένοις ἐπῄει λογίζεσθαι καὶ διαλέγεσθαι περὶ τῆς Ἑλλάδος, ὅσους πολεμήσασα πολέμους διὰ τὴν ἐλευθερίαν οὔπω τύχοι βεβαιότερον οὐδὲ ἥδιον αὐτῆς, ἑτέρων προαγωνισαμένων ὀλίγου δεῖν ἀναίμακτος αὐτὴ καὶ ἀπενθὴς φερομένη τὸ κάλλιστον καὶ περιμαχητότατον ἆθλον. ἦν δʼ ἄρα σπάνιον μὲν ἀνδρεία καὶ φρόνησις ἐν ἀνθρώποις, σπανιώτατον δὲ τῶν ἄλλων ἀγαθῶν ὁ δίκαιος.
οἱ γὰρ Ἀγησίλαοι καὶ Λύσανδροι καὶ οἱ Νικίαι
ἀλλόφυλοι δὲ ἄνδρες, ἐναύσματα μικρὰ καὶ γλίσχρα κοινωνήματα παλαιοῦ γένους ἔχειν δοκοῦντες, ἀφʼ ὧν καὶ λόγῳ τι καὶ γνώμῃ τῶν χρησίμων ὑπάρξαι τῇ Ἑλλάδι θαυμαστὸν ἦν, οὗτοι τοῖς μεγίστοις κινδύνοις καὶ πόνοις ἐξελόμενοι τὴν Ἑλλάδα δεσποτῶν χαλεπῶν καὶ τυράννων ἐλευθεροῦσι.