Titus Flamininus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

προελθὼν εἰς μέσον ὁ κῆρυξ ἀνεῖπεν ὅτι Ῥωμαίων ἡ σύγκλητος καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἀφρουρήτους καὶ ἐλευθέρους καὶ ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Λοκρούς, Φωκεῖς, Εὐβοέας, Ἀχαιοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούς. τὸ μὲν οὖν πρῶτον οὐ πάνυ πάντες οὐδὲ σαφῶς ἐπήκουσαν, ἀλλʼ ἀνώμαλος καὶ θορυβώδης κίνησις ἦν ἐν τῷ σταδίῳ θαυμαζόντων καὶ διαπυνθανομένων καὶ πάλιν ἀνειπεῖν κελευόντων·

ὡς δὲ αὖθις ἡσυχίας γενομένης ἀναγαγὼν ὁ κῆρυξ τὴν φωνὴν προθυμότερον εἰς ἅπαντας ἐγεγώνει καὶ διῆλθε τὸ κήρυγμα, κραυγὴ μὲν ἄπιστος τὸ μέγεθος διὰ χαρὰν ἐχώρει μέχρι θαλάττης, ὀρθὸν δὲ ἀνειστήκει τὸ θέατρον, οὐδεὶς δὲ λόγος ἦν τῶν ἀγωνιζομένων, ἔσπευδον δὲ πάντες ἀναπηδῆσαι καὶ δεξιώσασθαι καὶ προσειπεῖν τὸν σωτῆρα τῆς

paris.1624.375
Ἑλλάδος καὶ πρόμαχον.

τὸ δὲ πολλάκις λεγόμενον εἰς ὑπερβολὴν τῆς φωνῆς καὶ μέγεθος ὤφθη τότε. κόρακες γὰρ

p.352
ὑπερπετόμενοι κατὰ τύχην ἔπεσον εἰς τὸ στάδιον. αἰτία δὲ ἡ τοῦ ἀέρος ῥῆξις· ὅταν γὰρ ἡ φωνὴ πολλὴ καὶ μεγάλη φέρηται, διασπώμενος ὑπʼ αὐτῆς οὐκ ἀντερείδει τοῖς πετομένοις, ἀλλʼ ὀλίσθημα ποιεῖ καθάπερ κενεμβατοῦσιν, εἰ μὴ νὴ Δία πληγῇ τινι μᾶλλον ὡς ὑπὸ βέλους διελαυνόμενα πίπτει καὶ ἀποθνῄσκει, δύναται δὲ καὶ περιδίνησις εἶναι τοῦ ἀέρος, οἷον ἑλιγμὸν ἐν πελάγει καὶ παλιρρύμην τοῦ σάλου διὰ μέγεθος λαμβάνοντος.

ὁ δʼ οὖν Τίτος, εἰ μὴ τάχιστα τῆς θέας διαλυθείσης ὑπιδόμενος τὴν φορὰν τοῦ πλήθους καὶ τὸν δρόμον ἐξέκλινεν, οὐκ ἂν ἐδόκει περιγενέσθαι τοσούτων ὁμοῦ καὶ πάντοθεν αὐτῷ περιχεομένων. ὡς δʼ ἀπέκαμον περὶ τὴν σκηνὴν αὐτοῦ βοῶντες ἤδη νυκτὸς οὔσης, αὖθις οὕστινας ἴδοιεν ἢ φίλους ἢ πολίτας ἀσπαζόμενοι καὶ περιπλεκόμενοι, πρὸς δεῖπνα καὶ πότους ἐτρέποντο μετʼ ἀλλήλων.