Philopoemen
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
εἶδος δὲ τάξεως καὶ σχήματος εἰς σπεῖραν οὐκ ἦν σύνηθες, φάλαγγι δὲ χρώμενοι μήτε προβολὴν ἐχούσῃ μήτε συνασπισμὸν ὡς ἡ Μακεδόνων, ῥᾳδίως ἐξεθλίβοντο καὶ διεσπῶντο. ταῦτα ὁ Φιλοποίμην διδάξας ἔπεισεν αὐτοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα λαβεῖν καὶ σάρισαν, κράνεσι δὲ καὶ θώραξι καὶ περικνημῖσι πεφραγμένους μόνιμον καὶ βεβηκυῖαν ἀντὶ δρομικῆς καὶ πελταστικῆς μάχην ἀσκεῖν.
πείσας δὲ καθοπλίσασθαι τοὺς ἐν ἡλικίᾳ πρῶτον μὲν ἐπῆρε θαρρεῖν ὡς ἀμάχους γεγονότας, ἔπειτα τὰς τρυφὰς αὐτῶν καὶ τὰς πολυτελείας ἄριστα μετεκόσμησεν. ἀφελεῖν γὰρ οὐκ ἦν παντάπασιν ἐκ πολλοῦ νοσούντων τὸν κενὸν καὶ μάταιον ζῆλον, ἐσθῆτας ἀγαπώντων περιττάς στρωμνάς τε βαπτομένων ἁλουργεῖς καὶ περὶ δεῖπνα φιλοτιμουμένων
ὁ δὲ ἀρξάμενος ἐκτρέπειν ἀπὸ τῶν οὐκ ἀναγκαίων ἐπὶ τὰ χρήσιμα καὶ καλὰ τὴν φιλοκοσμίαν, ταχὺ πάντας ἔπεισε καὶ παρώρμησε τὰς καθʼ ἡμέραν περὶ σῶμα δαπάνας κολούσαντας ἐν ταῖς στρατιωτικαῖς καὶ πολεμικαῖς παρασκευαῖς διαπρεπεῖς ὁρᾶσθαι κεκοσμημένους.