Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

τῶν δὲ ἀπολογουμένων ὡς παρὰ γνώμην βιασθεῖεν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις μειρακίου Μεγαλοπολιτικοῦ προεμβαλόντος, γελάσας ὁ Ἀντίγονος ἐκεῖνο τοίνυν τὸ μειράκιον, εἶπεν, ἔργον ἡγεμόνος μεγάλου πεποίηκεν.

ἐκ τούτου δόξαν ἔσχεν, ὥσπερ εἰκὸς, ὁ Φιλοποίμην, καὶ τοῦ μὲν Ἀντιγόνου σπουδάσαντος ὅπως στρατεύοιτο μετʼ αὐτοῦ, καὶ διδόντος ἡγεμονίαν καὶ χρήματα, παρῃτήσατο, μάλιστα τὴν ἑαυτοῦ φύσιν καταμαθὼν πρὸς τὸ ἄρχεσθαι δυσκόλως καὶ χαλεπῶς ἔχουσαν, ἀργεῖν δὲ καὶ σχολάζειν οὐ βουλόμενος ἀσκήσεως ἕνεκα καὶ μελέτης τῶν πολεμικῶν εἰς Κρήτην ἔπλευσεν ἐπὶ στρατείαν.

κἀκεῖ συχνὸν χρόνον ἐγγυμνασάμενος

p.272
ἀνδράσι μαχίμοις καὶ ποικίλοις μεταχειρίσασθαι πόλεμον, ἔτι δὲ σώφροσι καὶ κεκολασμένοις περὶ δίαιταν, ἐπανῆλθεν οὕτω λαμπρὸς εἰς τοὺς Ἀχαιούς ὥστε εὐθὺς ἵππαρχος ἀποδειχθῆναι.