Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ Ἀντίγονος ὁ βασιλεὺς βοηθῶν ἐπὶ τὸν Κλεομένην μετὰ τῶν Ἀχαιῶν ἐστράτευσε, καὶ τὰς περὶ Σελλασίαν ἄκρας καὶ τὰς ἐμβολὰς κατέχοντος αὐτοῦ παρέταξε τὴν δύναμιν ἐγγύς ἐπιχειρεῖν καὶ βιάζεσθαι διανοούμενος, ἦν μὲν ἐν τοῖς ἱππεῦσι μετὰ τῶν ἑαυτοῦ πολιτῶν τεταγμένος ὁ Φιλοποίμην, καὶ παραστάτας εἶχεν Ἰλλυριούς, οἷς τὰ λήγοντα τῆς παρατάξεως συνεπέφρακτο

p.268
πολλοῖς οὖσι καὶ μαχίμοις.

εἴρητο δὲ αὐτοῖς ἐφεδρεύουσιν ἡσυχίαν ἔχειν ἄχρι ἂν ἀπὸ θατέρου κέρως ὑπὸ τοῦ βασιλέως ἀρθῇ φοινικὶς ὑπὲρ σαρίσης διατεταμένη. τῶν δὲ ἡγεμόνων τοῖς Ἰλλυριοῖς πειρωμένων ἐκβιάζεσθαι τοὺς Λακεδαιμονίους, καὶ τῶν Ἀχαιῶν, ὥσπερ προσετέτακτο, τὴν ἐφεδρείαν ἐν τάξει διαφυλαττόντων, Εὐκλείδας ὁ τοῦ Κλεομένους ἀδελφὸς καταμαθὼν τὸ γινόμενον διάσπασμα περὶ τοὺς πολεμίους ταχὺ τοὺς ἐλαφροτάτους τῶν ψιλῶν περιέπεμψεν, ἐξόπισθεν τοῖς Ἰλλυριοῖς ἐπιπεσεῖν κελεύσας καὶ περισπᾶν ἐρήμους τῶν ἱππέων ἀπολελειμμένους.

γινομένων δὲ τούτων καὶ τῶν ψιλῶν τοὺς Ἰλλυριοὺς

paris.1624.359
περισπώντων καὶ διαταραττόντων, συνιδὼν ὁ Φιλοποίμην οὐ μέγα ὂν ἔργον ἐπιθέσθαι τοῖς ψιλοῖς καὶ τὸν καιρὸν ὑφηγούμενον τοῦτο, πρῶτον μὲν ἔφραζε τοῖς βασιλικοῖς , ὡς δὲ οὐκ ἔπειθεν, ἀλλὰ μαίνεσθαι δοκῶν κατεφρονεῖτο, οὐδέπω μεγάλης οὐδὲ ἀξιοπίστου πρὸς τηλικοῦτο στρατήγημα δόξης περὶ αὐτὸν οὔσης, αὐτὸς ἐμβάλλει συνεπισπασάμενος τοὺς πολίτας.

γενομένης δὲ ταραχῆς τὸ πρῶτον, εἶτα φυγῆς καὶ φόνου πολλοῦ τῶν ψιλῶν, βουλόμενος ἔτι μᾶλλον ἐπιρρῶσαι τοὺς βασιλικοὺς καὶ προσμῖξαι κατὰ τάχος θορυβουμένοις τοῖς πολεμίοις τὸν μὲν ἵππον ἀφῆκεν, αὐτὸς δὲ πρὸς χωρία σκολιὰ καὶ μεστὰ ῥείθρων καὶ φαράγγων πεζὸς ἐν ἱππικῷ θώρακι καὶ σκευῇ βαρυτέρᾳ χαλεπῶς καὶ ταλαιπώρως ἁμιλλώμενος διελαύνεται διαμπερὲς ὁμοῦ τοὺς μηροὺς ἑκατέρους

p.270
ἑνὶ μεσαγκύλῳ, καιρίας μὲν οὐ γενομένης, ἰσχυρᾶς δὲ τῆς πληγῆς, ὥστε τὴν αἰχμὴν ἐπὶ θάτερα διῶσαι.

τὸ μὲν οὖν πρῶτον ἐνσχεθεὶς ὥσπερ δεσμῷ παντάπασιν ἀπόρως εἶχε· τὸ γὰρ ἔναμμα τῆς ἀγκύλης χαλεπὴν ἐποίει τοῦ ἀκοντίσματος ἀνελκομένου διὰ τῶν τραυμάτων τὴν πάροδον· ὡς δὲ ὤκνουν οἱ παρόντες ἅψασθαι καὶ τῆς μάχης ἀκμὴν ὀξεῖαν ἐχούσης ἐσφάδαζεν ὑπὸ θυμοῦ καὶ φιλοτιμίας πρὸς τὸν ἀγῶνα, τῇ παραβάσει καὶ τῇ παραλλάξει τῶν σκελῶν διὰ μέσου κλάσας τὸ ἀκόντισμα χωρὶς ἐκέλευσεν ἑλκύσαι τῶν ἀγμάτων ἑκάτερον.

οὕτω δὲ ἀπαλλαγεὶς καὶ σπασάμενος τὸ ξίφος ἐχώρει διὰ τῶν προμάχων ἐπὶ τοὺς πολεμίους, ὥστε πολλὴν προθυμίαν καὶ ζῆλον ἀρετῆς παρασχεῖν τοῖς ἀγωνιζομένοις. νικήσας οὖν ὁ Ἀντίγονος ἀπεπειρᾶτο τῶν Μακεδόνων, ἐρωτῶν διὰ τί, μὴ κελεύσαντος αὐτοῦ, τὸ ἱππικὸν ἐκίνησαν.

τῶν δὲ ἀπολογουμένων ὡς παρὰ γνώμην βιασθεῖεν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις μειρακίου Μεγαλοπολιτικοῦ προεμβαλόντος, γελάσας ὁ Ἀντίγονος ἐκεῖνο τοίνυν τὸ μειράκιον, εἶπεν, ἔργον ἡγεμόνος μεγάλου πεποίηκεν.