Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ Ἀντίγονος ὁ βασιλεὺς βοηθῶν ἐπὶ τὸν Κλεομένην μετὰ τῶν Ἀχαιῶν ἐστράτευσε, καὶ τὰς περὶ Σελλασίαν ἄκρας καὶ τὰς ἐμβολὰς κατέχοντος αὐτοῦ παρέταξε τὴν δύναμιν ἐγγύς ἐπιχειρεῖν καὶ βιάζεσθαι διανοούμενος, ἦν μὲν ἐν τοῖς ἱππεῦσι μετὰ τῶν ἑαυτοῦ πολιτῶν τεταγμένος ὁ Φιλοποίμην, καὶ παραστάτας εἶχεν Ἰλλυριούς, οἷς τὰ λήγοντα τῆς παρατάξεως συνεπέφρακτο

p.268
πολλοῖς οὖσι καὶ μαχίμοις.

εἴρητο δὲ αὐτοῖς ἐφεδρεύουσιν ἡσυχίαν ἔχειν ἄχρι ἂν ἀπὸ θατέρου κέρως ὑπὸ τοῦ βασιλέως ἀρθῇ φοινικὶς ὑπὲρ σαρίσης διατεταμένη. τῶν δὲ ἡγεμόνων τοῖς Ἰλλυριοῖς πειρωμένων ἐκβιάζεσθαι τοὺς Λακεδαιμονίους, καὶ τῶν Ἀχαιῶν, ὥσπερ προσετέτακτο, τὴν ἐφεδρείαν ἐν τάξει διαφυλαττόντων, Εὐκλείδας ὁ τοῦ Κλεομένους ἀδελφὸς καταμαθὼν τὸ γινόμενον διάσπασμα περὶ τοὺς πολεμίους ταχὺ τοὺς ἐλαφροτάτους τῶν ψιλῶν περιέπεμψεν, ἐξόπισθεν τοῖς Ἰλλυριοῖς ἐπιπεσεῖν κελεύσας καὶ περισπᾶν ἐρήμους τῶν ἱππέων ἀπολελειμμένους.