Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

οὐ μὴν ἀλλὰ κομίσαντες αὐτὸν εἰς τὸν καλούμενον Θησαυρόν, οἴκημα κατάγειον οὔτε πνεῦμα λαμβάνον οὔτε φῶς ἔξωθεν οὔτε θύρας ἔχον, ἀλλὰ μεγάλῳ λίθῳ

p.312
περιαγομένῳ κατακλειόμενον, ἐνταῦθα κατέθεντο, καὶ τὸν λίθον ἐπιρράξαντες ἄνδρας ἐνόπλους κύκλῳ περιέστησαν.

οἱ δʼ ἱππεῖς τῶν Ἀχαιῶν ἐκ τῆς φυγῆς ἀναλαβόντες αὑτούς, ὡς οὐδαμοῦ φανερὸς ἦν ὁ Φιλοποίμην, ἀλλʼ ἐδόκει τεθνάναι, πολὺν μὲν χρόνον ἐπέστησαν ἀνακαλούμενοι τὸν ἄνδρα καὶ δίδοντες ἀλλήλοις λόγον ὡς αἰσχρὰν σωτηρίαν καὶ ἄδικον σῴζονται προέμενοι τοῖς πολεμίοις τὸν στρατηγόν ἀφειδήσαντα τοῦ ζῆν διʼ αὑτούς,

ἔπειτα προϊόντες ἅμα καὶ πολυπραγμονοῦντες ἐπύθοντο τὴν σύλληψιν αὐτοῦ καὶ διήγγελλον εἰς τὰς πόλεις τῶν Ἀχαιῶν, οἱ δὲ συμφορὰν ποιούμενοι μεγάλην ἀπαιτεῖν μὲν ἔγνωσαν τὸν ἄνδρα παρὰ τῶν Μεσσηνίων πρεσβείαν πέμψαντες, αὐτοὶ δὲ παρεσκευάζοντο στρατεύειν.

οὗτοι μὲν οὖν ταῦτα ἔπραττον. ὁ δὲ Δεινοκράτης μάλιστα τὸν χρόνον ὡς σωτήριον τῷ Φιλοποίμενι δεδοικώς καὶ φθάσαι τὰ παρὰ τῶν Ἀχαιῶν βουλόμενος, ἐπεὶ νὺξ ἐπῆλθε καὶ τὸ πλῆθος ἀπεχώρησε τῶν Μεσσηνίων, ἀνοίξας τὸ δεσμωτήριον εἰσέπεμψε δημόσιον οἰκέτην φάρμακον κομίζοντα, προσενεγκεῖν καὶ παραστῆναι

paris.1624.368
μέχρι ἂν ἐκπίῃ κελεύσας.

ἔτυχε μὲν οὖν ἐν τῷ χλαμυδίῳ κατακείμενος, οὐ καθεύδων, ἀλλὰ λύπῃ καὶ θορύβῳ κατεχόμενος, ἰδὼν δὲ φῶς καὶ παρεστῶτα πλησίον τὸν ἄνθρωπον ἔχοντα τὴν κύλικα τοῦ φαρμάκου, συναγαγὼν μόλις ἑαυτὸν ὑπʼ ἀσθενείας ἀνεκάθιζε. καὶ δεξάμενος ἠρώτησεν εἴ

p.314
τι περὶ τῶν ἱππέων καὶ μάλιστα Λυκόρτα πεπυ·

σμένος ἐστίν, εἰπόντος δὲ τἀνθρώπου διαπεφευγέναι τοὺς πολλούς, ἐπένευσε τῇ κεφαλῇ, καὶ διαβλέψας πρᾴως πρὸς τὸν ἄνθρωπον, εὖ λέγεις, εἶπεν, εἰ μὴ πάντα κακῶς πεπράχαμεν. ἄλλο δὲ μηδὲν εἰπὼν μηδὲ φθεγξάμενος ἐξέπιε καὶ πάλιν αὑτὸν ἀπέκλινεν, οὐ πολλὰ πράγματα τῷ φαρμάκῳ παρασχών, ἀλλʼ ἀποσβεσθεὶς ταχὺ διὰ τὴν ἀσθένειαν.