Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

οὐ μὴν ἀλλὰ Νέμεσίς τις ὥσπερ ἀθλητὴν εὐδρομοῦντα πρὸς τέρμασι τοῦ βίου κατέβαλε, λέγεται γὰρ ἔν τινι συλλόγῳ τῶν παρόντων ἐπαινούντων ἄνδρα δεινὸν εἶναι δοκοῦντα περὶ στρατηγίαν εἰπεῖν τὸν Φιλοποίμενα, καὶ πῶς ἄξιον ἐκείνου λόγον ἔχειν τοῦ ἀνδρός, ὅστις ἥλω ζῶν ὑπὸ τῶν πολεμίων;

μεθʼ ἡμέρας δὲ ὀλίγας Δεινοκράτης Μεσσήνιος, ἄνθρωπος ἰδίᾳ τε τῷ Φιλοποίμενι προσκεκρουκώς καὶ τοῖς ἄλλοις ἐπαχθὴς διὰ πονηρίαν καὶ ἀκολασίαν, τήν τε Μεσσήνην

p.308
ἀπέστησε τῶν Ἀχαιῶν, καὶ κώμην τήν καλουμένην Κολωνίδα προσηγγέλθη μέλλων καταλαμβάνειν ὁ δὲ Φιλοποίμην ἔτυχε μὲν ἐν Ἄργει πυρέσσων, πυθόμενος δὲ ταῦτα συνέτεινεν εἰς Μεγάλην πόλιν ἡμέρᾳ μιᾷ σταδίους πλείονας ἢ τετρακοσίους.

κἀκεῖθεν εὐθὺς ἐβοήθει τοὺς ἱππεῖς ἀναλαβών, οἵπερ ἦσαν ἐνδοξότατοι μὲν τῶν πολιτῶν, νέοι δὲ κομιδῇ, διʼ εὔνοιαν τοῦ Φιλοποίμενος καὶ ζῆλον ἐθελονταὶ συστρατεύοντες. ἱππασάμενοι δὲ πρὸς τήν Μεσσήνην καὶ περὶ τὸν Εὐάνδρου λόφον ἀπαντῶντι τῷ Δεινοκράτει συμπεσόντες ἐκεῖνον

paris.1624.367
μὲν ἐτρέψαντο,

τῶν δὲ πεντακοσίων, οἳ τήν χώραν τῶν Μεσσηνίων παρεφύλαττον, ἐξαίφνης ἐπιφερομένων καὶ τῶν πρότερον ἡττημένων, ὡς τούτους κατεῖδον, αὖθις ἀνὰ τοὺς λόφους ἀθροιζομένων, δείσας ὁ Φιλοποίμην κυκλωθῆναι καὶ τῶν ἱππέων φειδόμενος ἀνεχώρει διὰ τόπων χαλεπῶν, αὐτὸς οὐραγῶν καὶ πολλάκις ἀντεξελαύνων τοῖς πολεμίοις καὶ ὅλως ἐπισπώμενος ἐφʼ ἑαυτόν, οὐ τολμώντων ἀντεμβαλεῖν ἐκείνων, ἀλλὰ κραυγαῖς καὶ περιδρομαῖς χρωμένων ἄποθεν.

ἀφιστάμενος οὖν πολλάκις διὰ τοὺς νεανίσκους καὶ καθʼ ἕνα παραπέμπων ἔλαθεν ἐν πολλοῖς ἀπομονωθεὶς πολεμίοις. καὶ συνάψαι μὲν εἰς χεῖρας οὐδεὶς ἐτόλμησεν αὐτῷ, πόρρωθεν δὲ βαλλόμενος καὶ βιαζόμενος πρὸς χωρία πετρώδη καὶ παράκρημνα χαλεπῶς μετεχειρίζετο καὶ κατέξαινε τὸν ἵππον.