Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὀλίγαις δʼ ὕστερον ἡμέραις καθʼ ὁδὸν ἐν δυσχωρίαις τισὶν ἄφνω τοῦ Νάβιδος ἐπιφανέντος αὐτῷ καὶ φοβήσαντος τοὺς Ἀχαιούς ἀνέλπιστον ἡγουμένους τὴν σωτηρίαν ἐκ τόπων χαλεπῶν καὶ γεγονότων ὑποχειρίων τοῖς πολεμίοις, ὀλίγον χρόνον ἐπιστὰς καὶ περιλαβὼν ὄψει τὴν τοῦ χωρίου φύσιν ἐπέδειξε τὴν τακτικὴν τῶν ἄκρων τῆς πολεμικῆς τέχνην οὖσαν οὕτω μικρὰ κινήσας τὴν ἑαυτοῦ φάλαγγα καὶ πρὸς τὰ παρόντα μεθαρμόσας ἀθορύβως καὶ ῥᾳδίως διεκρούσατο τὴν ἀπορίαν, καὶ προσβαλὼν τοῖς πολεμίοις τροπὴν ἰσχυρὰν ἐποίησεν.

ἐπεὶ δὲ οὐ πρὸς τὴν πόλιν ἑώρα φεύγοντας, ἀλλὰ τῆς χώρας ἄλλον ἄλλῃ διασπειρόμενον ὑλώδης δὲ καὶ περίβουνος ἦν πᾶσα καὶ δύσιππος ὑπὸ ῥείθρων καὶ φαράγγων, τὴν μὲν δίωξιν ἐπέσχε καὶ κατεστρατοπέδευσεν ἔτι φωτὸς ὄντος· τεκμαιρόμενος δὲ τοὺς πολεμίους ἐκ τῆς φυγῆς καθʼ ἕνα καὶ δύο πρὸς τὴν πόλιν ὑπάξειν σκοταίους, ἐλλοχίζει τοῖς περὶ τὸ ἄστυ ῥείθροις καὶ λόφοις πολλοὺς ἔχοντας ἐγχειρίδια τῶν Ἀχαιῶν.

ἐνταῦθα πλείστους ἀποθανεῖν συνέβη τῶν τοῦ Νάβιδος· ἅτε γὰρ οὐκ

p.296
ἀθρόαν ποιούμενοι τὴν ἀναχώρησιν, ἀλλʼ ὡς ἑκάστοις αἱ φυγαὶ συνετύγχανον, ὥσπερ ὄρνιθες ἡλίσκοντο περὶ τὴν πόλιν εἰς τὰς τῶν πολεμίων χεῖρας καταίροντες.

ἐπὶ τούτοις ἀγαπώμενος καὶ τιμώμενος ἐκπρεπῶς ὑπὸ τῶν Ἑλλήνων ἐν τοῖς θεάτροις φιλότιμον ὄντα τὸν Τίτον ἡσυχῇ παρελύπει. καὶ γὰρ ὡς Ῥωμαίων ὕπατος ἀνδρὸς Ἀρκάδος ἠξίου θαυμάζεσθαι μᾶλλον ὑπὸ τῶν Ἀχαιῶν, καὶ ταῖς εὐεργεσίαις ὑπερβάλλειν οὐ παρὰ μικρὸν ἡγεῖτο, διʼ ἑνὸς κηρύγματος ἐλευθερώσας τὴν Ἑλλάδα, ὅση Φιλίππῳ καὶ Μακεδόσιν ἐδούλευσεν.

ἐκ δὲ τούτου καταλύεται μὲν ὁ Τίτος τῷ Νάβιδι τὸν πόλεμον, ἀποθνῄσκει δὲ ὁ Νάβις ὑπὸ Αἰτωλῶν δολοφονηθείς, τεταραγμένης δὲ τῆς Σπάρτης ὁ Φιλοποίμην ἁρπάσας τὸν καιρὸν ἐπιπίπτει μετὰ δυνάμεως, καὶ τῶν μὲν ἀκόντων, τοὺς δὲ συμπείσας προσηγάγετο καὶ μετεκόμισεν εἰς τοὺς Ἀχαιοὺς τὴν πόλιν.