Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

Φιλοποίμην δὲ τὴν ἐν τοῖς πεζοῖς ἐπιστήμην καὶ διὰ θαλάττης ἀρκέσειν αὐτῷ πρὸς τὸ καλῶς ἀγωνίσασθαι πεπεισμένος, ἔγνω τὴν ἄσκησιν ἡλίκον μέρος ἐστὶ τῆς ἀρετῆς καὶ πόσην ἐπὶ πάντα τοῖς ἐθισθεῖσι δύναμιν προστίθησιν. οὐ γὰρ μόνον ἐν τῇ ναυμαχίᾳ διὰ τὴν ἀπειρίαν ἔλαττον ἔσχεν, ἀλλὰ καὶ ναῦν τινα, παλαιὰν μέν, ἔνδοξον δέ, διʼ ἐτῶν τεσσαράκοντα κατασπάσας ἐπλήρωσεν, ὥστε μὴ στεγούσης κινδυνεῦσαι τοὺς πλέοντας.

p.294

πρὸς ταῦτα γινώσκων καταφρονοῦντας αὐτοῦ τοὺς πολεμίους ὡς παντάπασι πεφευγότος ἐκ τῆς θαλάττης, καὶ πολιορκοῦντας ὑπερηφάνως τὸ Γύθιον, εὐθὺς ἐπέπλευσεν αὐτοῖς οὐ προσδοκῶσιν, ἀλλʼ ἐκλελυμένοις διὰ τὴν νίκην. καὶ νυκτὸς ἐκβιβάσας τοὺς στρατιώτας καὶ προσαγαγών, πῦρ ἐνῆκε ταῖς σκηναῖς καὶ τὸ στρατόπεδον κατέκαυσε καὶ πολλοὺς διέφθειρεν.

ὀλίγαις δʼ ὕστερον ἡμέραις καθʼ ὁδὸν ἐν δυσχωρίαις τισὶν ἄφνω τοῦ Νάβιδος ἐπιφανέντος αὐτῷ καὶ φοβήσαντος τοὺς Ἀχαιούς ἀνέλπιστον ἡγουμένους τὴν σωτηρίαν ἐκ τόπων χαλεπῶν καὶ γεγονότων ὑποχειρίων τοῖς πολεμίοις, ὀλίγον χρόνον ἐπιστὰς καὶ περιλαβὼν ὄψει τὴν τοῦ χωρίου φύσιν ἐπέδειξε τὴν τακτικὴν τῶν ἄκρων τῆς πολεμικῆς τέχνην οὖσαν οὕτω μικρὰ κινήσας τὴν ἑαυτοῦ φάλαγγα καὶ πρὸς τὰ παρόντα μεθαρμόσας ἀθορύβως καὶ ῥᾳδίως διεκρούσατο τὴν ἀπορίαν, καὶ προσβαλὼν τοῖς πολεμίοις τροπὴν ἰσχυρὰν ἐποίησεν.

ἐπεὶ δὲ οὐ πρὸς τὴν πόλιν ἑώρα φεύγοντας, ἀλλὰ τῆς χώρας ἄλλον ἄλλῃ διασπειρόμενον ὑλώδης δὲ καὶ περίβουνος ἦν πᾶσα καὶ δύσιππος ὑπὸ ῥείθρων καὶ φαράγγων, τὴν μὲν δίωξιν ἐπέσχε καὶ κατεστρατοπέδευσεν ἔτι φωτὸς ὄντος· τεκμαιρόμενος δὲ τοὺς πολεμίους ἐκ τῆς φυγῆς καθʼ ἕνα καὶ δύο πρὸς τὴν πόλιν ὑπάξειν σκοταίους, ἐλλοχίζει τοῖς περὶ τὸ ἄστυ ῥείθροις καὶ λόφοις πολλοὺς ἔχοντας ἐγχειρίδια τῶν Ἀχαιῶν.