Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν διαπόντιος ἐγκλήματα παρεῖχε καθʼ ἑαυτοῦ τοῖς ἐχθροῖς ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον. ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώτην ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφʼ ἡγεμονίᾳ δεηθεῖσι τοῖς

p.290
Γορτυνίοις.

ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι τοῦ βασιλέως ἀπεδήλωσεν. ἐκεῖνον γὰρ ἐγκωμιαζόντων τινῶν ὡς ἐν μὲν ἐξασκοῦντα τὸ στράτευμα καθʼ ἡμέραν, ἐν δὲ γυμνάζοντα καὶ φιλοπόνως διὰ τῶν ὅπλων τὸ σῶμα, καὶ τίς ἂν, ἔφη, βασιλέα θαυμάσειεν ἐν τούτῳ τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα;

χαλεπῶς δʼ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ καὶ προδεδόσθαι νομίζοντες ἐπεχείρησαν ἀποξενοῦν αὐτόν· οἱ δʼ Ἀχαιοὶ διεκώλυσαν Ἀρίσταινον πέμψαντες εἰς Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἴασε τελεσθῆναι τὴν καταδίκην.