Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ταῦτα μὲν οὖν καλὰ τοῦ Φιλοποίμενος· ἡ δʼ εἰς Κρήτην αὖθις ἀποδημία Γορτυνίων δεηθέντων, ὡς χρήσαιντο πολεμούμενοι στρατηγῷ, διαβολὴν ἔσχεν, ὅτι τῆς πατρίδος αὐτοῦ πολεμουμένης ὑπὸ Νάβιδος ἀπῆν φυγομαχῶν ἡ φιλοτιμούμενος ἀκαίρως πρὸς ἑτέρους, καίτοι συντόνως οὕτως ἐπολεμήθησαν Μεγαλοπολῖται κατὰ τὸν χρόνον ἐκεῖνον ὥστε τοῖς μὲν τείχεσιν ἐνοικεῖν, σπείρειν δέ τοὺς στενωπούς, περικεκομμένης[*](περικεκομμένης Coraës and Bekker, with the vulgate: περικεκομμένους.) τῆς χώρας καὶ τῶν πολεμίων σχεδὸν ἐν ταῖς πύλαις στρατοπεδευόντων.

ὁ δὲ Κρησὶ πολεμῶν τηνικαῦτα καὶ στρατηγῶν διαπόντιος ἐγκλήματα παρεῖχε καθʼ ἑαυτοῦ τοῖς ἐχθροῖς ὡς ἀποδιδράσκων τὸν οἴκοι πόλεμον. ἦσαν δέ τινες οἱ λέγοντες, ἑτέρους τῶν Ἀχαιῶν ᾑρημένων ἄρχοντας, ἰδιώτην ὄντα τὸν Φιλοποίμενα χρῆσαι τὴν ἑαυτοῦ σχολὴν ἐφʼ ἡγεμονίᾳ δεηθεῖσι τοῖς

p.290
Γορτυνίοις.

ἦν γὰρ ἀλλότριος σχολῆς, καθάπερ ἄλλο τι κτῆμα τὴν στρατηγικὴν καὶ πολεμικὴν ἀρετὴν ἔχειν διὰ παντὸς ἐν χρήσει καὶ τριβῇ βουλόμενος, ὡς καὶ τῷ περὶ Πτολεμαίου ποτὲ ῥηθέντι τοῦ βασιλέως ἀπεδήλωσεν. ἐκεῖνον γὰρ ἐγκωμιαζόντων τινῶν ὡς ἐν μὲν ἐξασκοῦντα τὸ στράτευμα καθʼ ἡμέραν, ἐν δὲ γυμνάζοντα καὶ φιλοπόνως διὰ τῶν ὅπλων τὸ σῶμα, καὶ τίς ἂν, ἔφη, βασιλέα θαυμάσειεν ἐν τούτῳ τῆς ἡλικίας μὴ ἐπιδεικνύμενον, ἀλλὰ μελετῶντα;

χαλεπῶς δʼ οὖν οἱ Μεγαλοπολῖται φέροντες ἐπὶ τούτῳ καὶ προδεδόσθαι νομίζοντες ἐπεχείρησαν ἀποξενοῦν αὐτόν· οἱ δʼ Ἀχαιοὶ διεκώλυσαν Ἀρίσταινον πέμψαντες εἰς Μεγάλην πόλιν στρατηγόν, ὃς καίπερ ὢν διάφορος τῷ Φιλοποίμενι περὶ τὴν πολιτείαν, οὐκ εἴασε τελεσθῆναι τὴν καταδίκην.

ἐκ δὲ τούτου παρορώμενος ὑπὸ τῶν πολιτῶν ὁ Φιλοποίμην ἀπέστησε πολλὰς τῶν περιοικίδων κωμῶν, λέγειν διδάξας ὡς οὐ συνετέλουν οὐδὲ ἦσαν ἐξ ἀρχῆς ἐκείνων, καὶ λεγούσαις ταῦτα φανερῶς συνηγωνίσατο καὶ συγκατεστασίασε τὴν πόλιν ἐπὶ τῶν Ἀχαιῶν, ταῦτα μὲν οὖν ὕστερον.

ἐν δὲ τῇ Κρήτῃ συνεπολέμει τοῖς Γορτυνίοις, οὐχ ὡς Πελοποννήσιος ἀνὴρ καὶ Ἀρκὰς ἁπλοῦν τινα καὶ γενναῖον πόλεμον, ἀλλὰ τὸ Κρητικὸν ἦθος ἐνδὺς καὶ τοῖς ἐκείνων σοφίσμασι καὶ δόλοις κλωπείαις τε καὶ λοχισμοῖς χρώμενος ἐπʼ αὐτούς

p.292
ταχὺ παῖδας ἀπέδειξεν ἀνόητα καὶ κενὰ πρὸς ἐμπειρίαν ἀληθινὴν πανουργοῦντας.