Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ὠσάμενος δὲ τούτους φόνῳ πολλῷ λέγονται γὰρ ὑπὲρ τοὺς τετρακισχιλίους ἀποθανεῖν ὥρμησεν ἐπὶ τὸν Μαχανίδαν ἐκ τῆς διώξεως ἀναστρέφοντα μετὰ τῶν ξένων, τάφρου δὲ μεγάλης

paris.1624.362
καὶ βαθείας ἐν μέσῳ διειργούσης, παρεξήλαυνον ἀλλήλοις ἑκατέρωθεν, ὁ μὲν διαβῆναι καὶ φυγεῖν, ὁ δὲ τοῦτο κωλῦσαι βουλόμενος.

ἦν δὲ ὄψις οὐχ ὡς στρατηγῶν μαχομένων, ἀλλʼ ὥσπερ θηρίῳ πρὸς ἀλκὴν ὑπʼ ἀνάγκης τρεπομένῳ δεινοῦ κυνηγέτου τοῦ Φιλοποίμενος συνεστῶτος,, ἔνθα ὁ μὲν ἵππος τοῦ τυράννου ῥωμαλέος ὢν καὶ θυμοειδὴς καὶ τοῖς μύωψιν αἱμαχθεὶς ἑκατέρωθεν ἐπετόλμησε τῇ διαβάσει, καὶ προσβαλὼν τῇ τάφρῳ τὸ στῆθος ἐβιάζετο τοῖς προσθίοις πέραν ἐρείσασθαι σκέλεσιν.

ἐν δὲ τούτῳ Σιμίας καὶ Πολύαινος, οἵπερ ἀεὶ τῷ Φιλοποίμενι παρῆσαν μαχομένῳ καὶ συνήσπιζον, ὁμοῦ προσήλαυνον ἀμφότεροι τὰς αἰχμὰς κλίναντες ἐναντίας, φθάνει δὲ αὐτοὺς ὁ Φιλοποίμην ἀπαντήσας τῷ Μαχανίδᾳ, καὶ τὸν ἵππον αὐτοῦ μετεωρίζοντα τὴν κεφαλὴν πρὸ τοῦ

p.284
σώματος ὁρῶν μικρὸν ἐνέκλινε τὸν ἴδιον, καὶ διαλαβὼν τὸ ξυστὸν ἐκ χειρὸς ὠθεῖ καὶ περιτρέπει τὸν ἄνδρα συνεπερείσας.

τοῦτο ἔχων τὸ σχῆμα χαλκοῦς ἐν Δελφοῖς ἕστηκεν ὑπὸ τῶν Ἀχαιῶν θαυμασάντων μάλιστα καὶ τὴν πρᾶξιν αὐτοῦ καὶ τὴν στρατηγίαν ἐκείνην.

λέγεται δὲ τῆς τῶν Νεμείων πανηγύρεως συνεστώσης[*](συνεστώσης Bekker has ἐνεστώσης, after Bryan.) στρατηγοῦντα τὸν Φιλοποίμενα τὸ δεύτερον καὶ νενικηκότα μὲν οὐ πάλαι τὴν ἐν Μαντινείᾳ μάχην, τότε δὲ σχολὴν ἄγοντα διὰ τὴν ἑορτήν, πρῶτον μὲν ἐπιδεῖξαι τοῖς Ἕλλησι κεκοσμημένην τὴν φάλαγγα καὶ κινουμένην, ὥσπερ εἴθιστο, τοὺς τακτικοὺς ῥυθμοὺς μετὰ τάχους καὶ ῥώμης·

ἔπειτα κιθαρῳδῶν ἀγωνιζομένων εἰς τὸ θέατρον παρελθεῖν ἔχοντα τοὺς νεανίσκους ἐν ταῖς στρατιωτικαῖς χλαμύσι καὶ τοῖς φοινικοῖς ὑποδύταις, ἀκμάζοντάς τε τοῖς σώμασιν ἅπαντας καὶ ταῖς ἡλικίαις παραλλήλους, αἰδῶ δὲ πολλὴν πρὸς τὸν ἄρχοντα καὶ φρόνημα νεανικὸν ὑποφαίνοντας ἐκ πολλῶν καὶ καλῶν ἀγώνων ἄρτι δʼ αὐτῶν εἰσεληλυθότων κατὰ τύχην Πυλάδην τὸν κιθαρῳδὸν ᾄδοντα τοὺς Τιμοθέου Πέρσας ἐνάρξασθαι

κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον·